Letter 178: We were not ourselves when you were visiting.
Ἀμβροσίῳ. (360)
Οὐκ ἦμεν ἡμῶν αὐτῶν, ὅτε ἡμῖν ἐπεδήμεις, ἀλλ’ ὁ και-
ρὸς ἐκεῖνος τεθορυβημένους ἤλαυνε τὰ μέγιστα καὶ κάλλιστα
καἰ τιμιώτατα τὰ μὲν ἤδη παραιρούμενος, περὶ δὲ τῶν τὸν
ἴσον ἐπιφέρων φόβον.
ἀλλ᾿ οὐδὲ νῦν γε ἐν τοῖς εἰωθόσιν
ἐσμέν, εἰ καὶ δοκοῦμεν· τὸ γὰρ ὀδύρεσθαι καὶ στένειν οὐκ
ἦν τῶν εἰωθότων, ἡμεῖς δὲ ἐν τούτοις. διαφέρει δὲ τοσοῦ-
τον, ὅσον νῦν μὲν τοῖς φίλοις ὁμιλοῦντες τοῦτο ποιοῦμεν,
τότε δὲ οὐδὲ ὁμιλεῖν ἐξῆν.
εἰ οὖν τι παρώφθη τῶν πρὸς
σὲ καὶ οὐ προσειπὼν ἀπεδήμησα, τοῦ πνεύματος τοῦτο τίθει
τοῦ τότε βιαζομένου πάντως. ἤδη δὲ καὶ πλωτῆρες ἄκραν
ἱερὸν ἔχουσαν, οὗ θύειν εἰώθεσαν, παρέπλευσαν οὐκ ἀποβάν-
τες κωλυούσης αἰγίδος.
πρὸς μὲν οὖν ἄλλον πολλῶν ἂν
ἐδέησέ μοι λόγων δεικνύναι πειρωμένῳ καιροῦ δύναμιν, σὺ
δὲ μυρία μὲν ἐν πλάσμασιν, οὐκ ὀλίγα δὲ ἐπ’ αὐτῆς τῆς ἀλη-
θείας τοιαῦτα φιλοσοφεῖς, διδάσκοις δ’ ἂν μᾶλλον ἢ περὶ και-
ροῦ μανθάνοις. διόπερ σοι τὴν ὡς ἐδόκουν ῥᾳθυμεῖν ἀπολο-
γίαν ἀφίημι, κἂν ἐγκαλῇ τις, λύε
περὶ δὲ τοῦ νεανίσκου
τοῦδε τοῦ σοῦ πολίτου τί ἄν σε παρακαλοίην; καὶ γὰρ ὧν ἐστι
καὶ οἷός ἐστιν οἶσθα καὶ ταῦτα εἰδὼς οὐκ ἀνέξῃ πλείω παρ’
ἄλλου τὸν ἑταῖρον εὖ παθεῖν.
Related Letters
Your holiness prevailed with Christ on behalf of our dearest friend (why should I mention his name or person?
I'm asking you for a favor you're already eager to grant.
I have not written to you for a long time.
Those who observe changes in the usual order of things are often troubled, because what runs counter to custom...
Senator [Cassiodorus], Praetorian Prefect, to Ambrosius, Vir Illustris, Acting Prefect.