Letter 179: I knew perfectly well that you would welcome the admirable Palladius with great warmth, even without a letter from me.
Ἀνδρονίκῳ. (360)
Ὅτι μὲν ἔμελλες ὡς ἥδιστα τὸν χρηστὸν ὄψεσθαι Παλ-
λάδιον καὶ μηδὲν ἐμοῦ γράφοντος, εὖ ᾔδειν. τούς τε γὰρ νό-
μους μεθ’ ὧν ἄρχεις καὶ τοὺς λόγους ἐν οἷς ζῇς παρ’ αὐτῷ
ζητῶν εὑρήσεις.
ἀλλὰ ταῦτα μὲν καὶ παρ’ ἄλλοις, ἡ δέ γε
τῶν ἠθῶν χάρις καἰ τὸ τῶν τρόπων ὁμιλητικὸν καὶ τὸ οἷς
συγγένοιτο, τούτους εὐθὺς ἕλκειν καὶ τὸ ἀπούσης μὲν ἑορτῆς
αὐτὸν ἑορτὴν εἶναι καὶ μόνον, παροῦσαν δὲ μείζω ποιεῖν,
ταῦτα ἴσως μὲν οὐκ ἐν ἄλλῳ, πάντως δὲ οὐκ ἐν πολλοῖς.
διὰ
μὲν δὴ ταῦτα καὶ φεύγοντα ἂν διώκοις καὶ οὐχ ὅπως προσ-
ιόντα ἀπωθοίης. ὥστ’ οὐδὲν ἴδει γραμμάτων τῶν ποιησόντων
φιλίαν, ἀλλ’ ἐπειδὴ καὶ χρήσῃ φανέντι καὶ χρώμενος ἑπαινέ-
σεῖς τὸν ἄνδρα, συνεφάπτομαι τοῦ πράγματος, ὅπως μοι χάριν
εἰδῇς, ὅταν αὐτὸν ἐπαινῇς.
Related Letters
This Auxentius is not technically my student, but he is far more devoted than many who are.
What have you done? You who committed only one fault -- but the one fault you should never have committed, even if...
You need a plan to deal with the scheming of your uncle -- let him keep the title "uncle" in my letters too, so...
The soldiers serving under Modestus have done me many favors.
The admirable Mares was both my fellow student and my teacher -- for having grown alongside me, he rose to that rank.