Letter 186: Titianus should have been stirred to action by a letter from you, but it seems the rumor is true -- you are unwell.
Ἀκακίῳ. (360)
Ἔδει μὲν καὶ νῦν ὑπὸ σῶν κεκινῆσθαι Τιτιανὸν γραμ-
μάτων, νῦν δ’ ἔοικεν ἀληθὲς εἶναι τὸ λεχθέν, ὡς ἀρρώστως
ἔχεις. εἴρηται γάρ, ἀλλὰ θεοῦ γε διδόντος ὡς καὶ ἀνέστης,
εἴρηται. δεῖ γάρ σε τῶν τε ἄλλων εἵνεκα σώζεσθαι καὶ ὅτι
πολλοὺς ἡμῖν τῶν λιμένων προσέχωσε τὸ δαιμόνιον καὶ οἷς
θαρροῦμεν ὀλίγοι
τῶν δὲ ὀλίγων ὅτιπερ κεφάλαιον οὗτος,
ὃς καὶ τῶν ἐν λόγοις ὅτιπερ κεφάλαιον. πάντως δέ, εἰ σαυτὸν
οἷσθα, οἶσθα ὃν λέγω
ὁ μὶν οὖν υἱὸς ἥκει σὲ κουφιῶν,
ἐγὼ δὲ αὐτὸν νῦν μὲν ἤπειγον θεῖν, νῦν δὲ κατεῖχον τὸ μὲν
εἰς σὲ βλέπων εἰδώς, ὅτι σε ποιήσει ῥᾴω φανείς, τὸ δ’ ὅπως
πλείω προσλάβοι. καὶ γάρ ἐστι τῶν ἐν ταῖς καλουμέναις με-
λέταις θηγομένων καὶ πολλὰ ἐν οὐ πολλῷ μεμαθηκότων χρό-
νῳ.
ἀλλ’ ὅμως ἐνίκα τὸ σόν, καὶ ἔπεμψα τὸν παῖδα παρα-
μυθίαν εἰς τὰ παρόντα. ὁ δέ σε διπλῆ θεραπεύσει, τοῦτο μὲν
ὡς πατέρα, τοῦτο δὲ ὡς παιδευτήν.
Related Letters
News has reached me of the severe persecution carried on against you, and how directly after Easter the men who fast for strife and debate Isaiah 58:4 attacked your homes, and gave your labours to the flames, preparing for you indeed a house in the heavens, not made with hands, 2 Corinthians 5:1 but for themselves laying up in store the fire whi...
I write in haste because haste is necessary.
Every possible pressure and strategy has been brought against Daphnus -- Clematius has done everything, Apodemius no...
The promise of David's psalm is true indeed, for through him the Spirit of truth gave this assurance to believers:...
The verses you sent along with your letter -- you, who are truly both "a fine poet and a mighty orator" [a Homeric...