Letter 188: Sebon is a Cretan, and he is related by blood to the people you govern -- for he descends from those men born to...

LibaniusAndronicus, a general|c. 332 AD|Libanius
education booksgrief deathproperty economics

Ἀνδρονίκῳ. (360)

Σέβων ἐστὶ μὲν Κρής, προσήκει δέ τι κατὰ γένος τού-
τοις ὧν ἄρχεις. ἔστι γὰρ ἀπόγονος τῶν ἀνδρῶν ἐκείνων, οἳ
ἀπὸ τῆς Εὐρώπης ἐγένοντο τῷ Διὶ κομίσαντι τὴν παρθένον
ἀπὸ Φοινίκης διὰ θαλάττης εἰς Κρήτην. γέμων δὲ μαθημά-
των, ἃ καὶ αὐτὸς ὁμιλῶν τε καὶ πειρώμενος εὑρήσεις, οὐ μᾶλ-
λον τὴν γλῶτταν ἢ τοὺς τρόπους ἀγαθὸς ὑπὸ τῆς παιδεύσεως
γεγένηται.

κοὶ δὴ καὶ τόδε τῆς παιδείας· ἀνέῳξε γὰρ
ξένοις τὴν οἰκίαν καὶ πολλοὺς ἐποίησεν ἐπιλαθέσθαι τῆς οἰ-
κείας καὶ πρὸ τῶν οἰκείων τὸ τοῦδε ποιήσασθαι.

δέχεται δὴ
κατάραντα καὶ Φοίνικα ἄνδρα, ἀδελφὸν Εὐσεβίου τοῦ ῥήτορος
ὃν πέμψαι μὲν εὔχετο σῶν, παρόντα δὲ ἐθεράπευσεν, ἀπελθόν-
τα δὲ ἐπένθησε τά τε ἄλλα χρηστὸν ὄντα καὶ περὶ τῆς οὐσίας
ἀξίως ἐπαίνου βεβουλευμένον.

ἀφεὶς γὰρ πονηροὺς ἀδελ-
φοὺς πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτὸν ἔδωκεν ἀνδρὶ γεν-

ναίῳ πρός τε τοὺς ἄλλους καὶ πρὸς αὑτόν. οἱ δὲ ἐχρήσαντο
νῦν πολλῇ κατὰ τῶν διαθηκῶν ἀναισχυντίᾳ. καὶ ἅμα γῦπες
ἕτεροι πολλοὶ πολλαχόθεν ἐφέροντο, οὓς Σέβων ἀπεσόβησεν.

ἀλλ’ οὗτοί γε πάντων εἰσὶ χαλεπώτατοι νικῶντες ὥσπερ οἱ
Σκύθαι, φεύγοντες γὰρ νικῶσιν. ἀλλ’ ἐκείνοις μὲν τὸ ἐπ’ ἀμα-
ζῶν οἰκεῖν τοῦτο παρεῖχε, τούτοις δὲ ἡ τῶν ἀρχόντων τῶν μὲν
νωθεία, τῶν δὲ ἑτέρα κακία. οὓς χρῆν ἀγανακτεῖν ὥσπερ αὐ-
τοὺς ἀδικουμένους, οἱ δ’ ἐκάθευδον, Ἐλπίδιός τε ὁ Ἀριστεί-
δης καὶ Ἀνδρόνικος ὁ Φωκίων.

ἀλλ’ ἄρτι δὴ μῦς πίττης.
σὺ γὰρ δὴ αὐτοὺς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς ἑλκύσεις
τῶν τε δικαίων εἵνεκα καὶ νομίσας δεινὸν τοὺς μὲν οἴκοι καθη-
μένους τρυφᾶν ἀνδραπόδων οὐδαμῇ βελτίους, Σέβωνα δὲ
τὸν τῶν Ἑλλήνων ἄκρον ἐπ’ ἀλλοτρίας ἔτη τέτταρα ἀλᾶσθαι
γυναικὸς οὔσης αὐτῷ καὶ παίδων.

εἰδότι <δ᾿> ἂν
τὸν περὶ ταῦτα πόθον, δι’ ὃν ὥρμησε πολλάκις ῥίψας τὴν δί-
κἠν ἐπανελθεῖν, ὑφ᾿ ἡμῶν δὲ κατεκωλύθη τὸν
ἐλεούντων, εἰ τοὺς ἐχθροὺς αἰσθήσεται τὰ αὑτοῦ καρπουμένους

καὶ τὸ Ὁμηρικὸν λεγόντων, ὡς αἰσχρὸν μηδὲν ἔργον φανῆναι
κρεῖττον τοῦ χρόνου.

δεῖξον δὴ καλῶς ἡμᾶς πεπεικότας μέ-
νειν καὶ τοῖς μὲν νόμοις χάρισαι τὸ καλέσαι τοὺς κρυπτομέ-
νους, ἡμῖν δὲ τὸ ταχέως· ὡς οὐκ ἔσται μοι λόγος, ἢν οὗτος
αὖθις εἰς ἀναβολὰς ἐμπέσῃ τοῦ κατεπείγειν ὄντος ἐν σοί. τὸ
γὰρ ὅτι παντὶ σθένει βοηθήσεις ἐμὴν χάριν προειπεῖν πάντα
με ἀφαιρήσεται λόγον, εἰ ῥᾳθυμήσαις. ὅρα οὖν μή με ἀπο-
φήνῃς ἀλαζόνα.

Related Letters