Letter 191: No doubt you and your friends often discuss Phoenicia -- one praising the nature of its soil, another the tempering...
Ἀνδρονίκῳ. (360)
Ἠ που πολλάκις σοί τε καὶ τοῖς γνωρίμοις ὑπὲρ Φοινί-
κης γίγνονται λόγοι τοῦ μὲν τὴν φύσιν τῆς γῆς ὑπερεπαινοῦν-
τος, τοῦ δὲ τὴν κρᾶσιν τῶν ὡρῶν, ἑτέρου τῆς θαλάττης τὴν
φορὰν τήν τε ἄλλην καὶ ἀφ’ ἧς ἡ βαφή, ἣν μηνυθῆναί φασι
τὸ πρῶτον τύχη τινὶ διὰ κυνὸς οὐδὲν εἰδότος ὧν ἔπραττεν.
ἀλλ’ ἔγωγε τὸν ἄνδρα τοῦτον ὁρίζομαι τῶν ἐν Φοινίκῃ τὸ
κάλλιστον μετά γε τὰ τῶν θεῶν ἱερά. ταῦτα δὲ αὐτὸς προσ-
κυνεῖ καὶ ἔστι τοῦτο τῶν ἐν αὐτῷ καλῶν τὸ πρῶτον, ὅτι τὸ
θεῖον ἐπίσταται. δεύτερον καὶ τρίτον οὐκ οἶδ’ ὅ τι θείμην,
πάντα γὰρ ἴσα ἀλλήλοις.
ἀλλ’ ὅ γε καινότατον, ἐπὶ θρόνου
γάρ, οἴου σύ, καθίζων ἀνέμιξε τῷ ἄρχειν τὸ φιλοσοφεῖν τῶν
τι δοκούντων εἶναι καὶ ἀπειλούντων τοσοῦτον καταγελάσας
ὅσον οὐκ οἶδ᾿ εἴ τις τῶν ἄλλων ἢ τῶν ἀνδραπόδων.
τε γὰρ οὐκ εἶχον αὐτὸν ἀφελέσθαι, πῶς γὰρ τά γε οὐκ ὄντα;
δεθείς τε ἡγήσαιτ’ ἂν ἐν λειμῶνι διάγειν τό τε τῆς ἀρχῆς ἐκ-
βαλεῖν οὐ στερῆσαί τινος ἦν, ἀλλ’ ἀποδοῦναι σχολὴν.
οἶμαι
δέ, οὐδ’ εἴ τις ἀπέσφαττεν, ἤλγησεν ἄν. οὐ γάρ, ὥσπερ οἱ
πολλοί, φρίττει τὸν θάνατον, ἀλλ’ οἶδεν οὔσας τοῖς γε δι-
καίοις ὑπὸ γῆς οὐ μικρὰς εὐφροσύνας.
ἥκει δή σοι θεα-
τής τε ὧν πράττεις καὶ κριτής, προσθείην δ’ ἂν καὶ ἐπαινέ-
της. οὗ τὴν ψῆφον ἢν λάβῃς, λήψῃ δέ, πλέον εἰς δόξαν
νῦν ὑπάρχοντος ἔξεις καὶ ταῦτα ὄντος οὐκ ὀλίγου τοῦ
νῦν
οὐδεὶς γὰρ τὴν ἐναντίαν Ἱερίῳ θήσεται τῷ τῶν μὲν
ἄλλων διαφέροντι κατὰ τὸν τῆς φιλοσοφίας ἔρωτα, τῶν δ’
αὖ φιλοσοφούντων τῷ χαίρειν ἐᾶν
πώγωνα καὶ τρίβωνα καὶ βακτηρίαν.
Related Letters
To the General.
Whenever someone says a letter has arrived from Andronicus, I know it means complaints have arrived.
I have several things to lay before you, and I hope you will forgive the length of this letter -- it is the price of...
I know that you were going to receive Palladius kindly without any letter from me.
The young man who carries this letter is one of my finest students.