Letter 195: If it were proper to send you something lesser, I would have sent it already.

LibaniusAristaenetus|c. 332 AD|Libanius
education booksillness

Σωφρονίῳ. (358—361)

Ὃ πάλαι εὐχόμην, ἰχῶ παῖδα σόν, βραδέως μέν, ἀλλ’ ἰχῶ
πάνθ’ ὡς εἰπεῖν ἐοικότα τῷ πατρί, τὴν μορφὴν, τὴν ἐπιεί-
κειαν, τὴν βάδισιν, καὶ μὴν καὶ ὄκνος ἄπεστι καὶ πρὸς λόγους
ἔρρωται. τοῦτο δὴ τὸ σόν.

ἑνὸς δὴ δεῖ, τῆς Τύχης. ἀλλ᾿
εὐχώμεθα, σύ τε κἀγὼ καὶ ὁ τοῦ νεανίσκου μὲν θεῖος, ἐμοὶ
δὲ φίλος. οἶμαι δὲ καὶ τὸν ἄριστον Ἰουλιανὸν παρακαλέσειν
τὸν Ἑρμῆν. ἐμοὶ μὲν γὰρ ἐπέταξεν, ἐκεῖνον δ’ ἱκετεύσει.

Related Letters