Letter 196: It was no small thing to hear others bring reports about you -- reports we had hoped for, and some that exceeded our...

LibaniusClematius|c. 359 AD|Libanius
education booksfriendshipillnessimperial politicsmonasticismproperty economics

Μοδέστῳ. (359/60)

Ὃ πάλαι ἐπόθεις ἀκοῦσαι, νῦν ἥκει σοι, θαυμαστή
ἀφορμὴ πρὸς τὴν τῆς καταδίκης λύσιν, ἣ κατ’ οὐδὲν μὲν δί-
καῖον ἐπέπεσεν Ἀνυσίῳ τῷ καλῷ, τὸ μὴ παγῆναι δὲ βεβαίως
ὑπὸ τῆς σὴρ ἔπαθε πρᾳότητος.

δικαίας γὰρ ἀναβολῆς οἱ

μὲν ἐδεήθησαν ἀεί, σὺ δὲ οὐκ ἐφθόνησας, καὶ ταύτῃ δὴ τοῦ
χρόνου χωροῦντος τῇ μεγαλοψυχίᾳ τοῦ βασιλέως εὑρέθη τόπος,
ὃν ἐνεγκεῖν ἡμῖν ὄνησιν σὺ κύριος. τὸ μὲν γὰρ ἐνέχυρον ἔξω
τῆς ἀπὸ τῶν γραμμάτων ἀνάγκης, ὡς πολλαχόθεν εἴσῃ, τοῦτο
δέ, ἢν μὲν ἐθέλῃς, ἰσχυρὸν ἡμῖν, εἰ δὲ μή, καπνοῦ σκιά. ἀλλὰ
γὰρ ὑβρίζειν ἔοικα περὶ ὧν ἔδει θαρρεῖν ἀφεὶς τὸ διαπιστεῖν.
σαυτῷ γάρ, οἶμαι, διαλέξῃ περὶ τοῦ δεῖν ἀκολουθῆσαι σαυτῷ.
εἰ δὲ δὴ καὶ φίλων ἱκετείας οὐ μικρὸν δεῖ νομίζειν, τὸ μὲν
Εὐστοχίου καὶ Νικεντίου γράμμα τίμιον, τοὐμὸν δὲ ἴσως οὐκ
ἄτιμον.

Related Letters