Letter 198: Nothing from you is small, because it comes from you.
Πρισκιανῷ (359/60?)
Ἀλλ’ εἰ καὶ γελοῖον ὑπὲρ οὗ πρός με διελέχθης πολλά-
κις ἐμὲ σοῦ δεῖσθαι νῦν, ὅπως τὰ σαυτοῦ μιμήσῃ, δέομαι
ὅμως. τοῦτο γὰρ ἐδεήθη μου Λεόντιος, ὅπως πάντα αὐτῷ
νοιτο ταχέως ὁρᾷς γάρ, ὡς ἁνὴρ τὸ· σῶμα διάκειται καὶ ὅτι
τοῖς ὧδε ἔχουσιν οὐκ ἔστιν οἷόν τε μέλλησιν ἐνεγκεῖν.
οἶδα
δὲ καὶ τὸν ἄριστον Μόδεστον τοῖς ὑπὲρ αὐτοῦ κατακλάσας λό-
γοις. τί δῆτα σὲ δράσειν εἰκὸς τὸν ἑταῖρον καὶ φίλον καὶ
προστάτην; περικόψας δὴ πᾶσαν ἁπάντων ἀναβολὴν δὸς ἀνα-
πνεῦσαι τῷ καταφρονουμένῳ.
τὸν Στάσιμον δὲ πρὸς κτῆ-
σιν ἀφεθῆναι λόγων ἠξίωσα ἄν, εἰ μή σε ἠπιστάμην πέμψον-
τα παρ’ ἡμᾶς αὐτόν.
Related Letters
Your letters are themselves a festival -- as is everything that arrives from you.
I need nothing from you but your letters.
I mourned for the city itself -- the one I was so glad to see, which I left unwillingly, and which I longed for even...
Nothing from you is small, precisely because it comes from you.
I displayed both speeches -- both of them in full: the recent combative one and the older laudatory one.