Letter 204: Your letter was a feast, as your letters always are.

LibaniusPaulinus; then Themistius|c. 333 AD|Libanius
friendship

Ἀμπελίῳ. (360)

Μέμνησαι τῶν λόγων ἐκείνων, οἶς τε αὐτὸς ἐχρῶ περὶ
τοῦ δεῖν τὰ πρότερα δίδοσθαι, καὶ τῶν ἐμῶν, οἳ τὸ πεπαῦσθαι
τὴν δόσιν ἐπῄνουν.

τοῖς αὐτοῖς δὴ καὶ νῦν ἐμμένων μι-
κρόν τι τῶν εἰρημένων μεταστῆσαι βούλομαι. ὥσπερ γὰρ ἤδη
τις ἐπὶ πάντας ἄγων νόμῳ τὸ λειτουργεῖν τοὺς ἀφ’ Ἁρμοδίου
τῆς ἀνάγκης ἐξείλετο, οὕτως αὐτὸς λέγω· λαμβανέτω δὴ μη-
δεὶς πλὴν Ἱλαρίου τοῦ ῥήτορος, ὃν ἴδει μὲν εὐδαιμονεῖν οἴκοι
Ἄι γεωργεῖν, ἐξωσθεὶς δὲ ὑπὸ τῶν βιασαμένων οὐδ’ ἀπὸ τῆς
γλώττης ὁρᾷ καρπόν, ἀλλὰ τὸ τῆς παροιμίας·
Δελγὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ᾿ ἀπόλωλεν.
οὕτως οὐ παρ’ ᾧ λόγοι, τούτῳ πρόσοδος ἀπὸ τῆς τέχνης,
τὴν δὲ αἰτίαν ἄλλος ζητείτω.

τοῦτό γε μὴν ἐμὸν εἰπεῖν,
ὡς, εἰ μὴ φυλάξαις τἀνδρὶ τήνδε τὴν καταφυγήν, οὔθ’ ὁ Ἑρ-
μὴς οἴσει πρᾴως δόξεις τε ἐπιλελῆσθαι τῆς φιλτάτης σοι Καπ-
παδοκίας ἡμεῖς τε ἀθυμήσομεν, κἂν μὴ μεμφώμεθα.

ἀλλ’,
ὦ γενναῖε, πεῖθε τὸν κράτιστον Ἐλπίδιον σώζειν καὶ τὸν ἄνδρα
καὶ τὸν παῖδα. τῆς αὐτῆς δὲ ἀρετῆς ἀφελέσθαι τε οὓς εὔλο-

γον ἐᾶν τε ἔχειν οὓς ἄξιον. ἴστω δὲ ὅτι καὶ αὐτός εἰμι τῶν
ὑπὲρ τοῦ ῥήτορος δεομένων. ἴσως γάρ τι καὶ τοῦτο οἴσει. πεί-
θομαι γὰρ ὡς οὐκ ἄτιμος ἐγὼ παρ’ αὐτῷ τοσοῦτον, εἰ μηδὲν
ἄλλο, ἐπιστάμενος, ἄρχοντα ἀγαθὸν φιλεῖν.

Related Letters