Letter 207: Your silence is not characteristic of you, and I choose to blame it on the press of affairs rather than on any...

LibaniusOlympius|c. 333 AD|Libanius
education booksfriendship

Ἀνατολίῳ. (360?)

Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, ἑ
δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτω
ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδίκησα
τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκό-

τος οἱ νέοι δίκην ἱκανὴν ἐδίδαξα.

σὺ δ’ ἐμὲ ἠδίκηκας σαυ-
τὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς
ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας.

μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ
τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον
δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύ-
σεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.

Related Letters