Letter 211: You will have heard the latest attacks on our profession -- the usual complaints from people who think that because...
Ἀμμιανῷ. (360?)
Οὔτ᾿ ἐγώ σε χάριν αἰτῶν καινόν τι ποιῶ σύ τε τὰ σαυ-
τοῦ μιμήσῃ, τὴν χάριν εἰ καταθεῖο· πολλὰ γὰρ ἐγὼ μὲν ᾔτησα,
σὺ δὲ δέδωκας. Καλλιόπιος δὲ οὑτοσὶ καὶ πολίτης ἐμὸς καὶ
κοινωνὸς τῶν τε ἐνταῦθα λόγων τῶν τε ἐν Θρᾴκῃ πόνων, οἶδε
γὰρ ἐν φίλων φροντίσιν ἀγρυπνεῖν, καὶ οὐκ ἂν ἔχοι δήπου
μοι καλῶς ὑστέρῳ τοῦδε περὶ ταῦτα εἶναι. εἰ μὲν οὖν ἐδόκει
μοι ἀδικεῖν, ᾐσχυνόμην ἂν ὑπὲρ τῶν ἐμαυτοῦ, νῦν δέ, κατ’
ἐπήρειαν γὰρ ἕλκεται, πάνυ ἂν αἰσχυνοίμην, εἰ μὴ βοηθοίην.
ἔχω δὲ βοηθεῖν οὐ τῇ ἐμαυτοῦ δυνάμει, ἀλλὰ τῇ σῇ. χρῶ-
μαι δὲ αὐτῇ κατὰ τὴν φιλίαν. ὅρα δέ, ὅπως σε ἀκριβέστερον
ἑτέρων οἴδα.
μέλλων οὗτος ἐνθένδε κινεῖσθαι χρημάτων
ἐμέμνητο πρὸς ἡμᾶς ὡς ταύτῃ σε προσληψόμενος. ᾤετο γὰρ
τὸν ὄντα οὗ νῦν ὢν τυγχάνεις μηδὲν φιλανθρωπίᾳ ποιεῖν,
πάντα δὲ ἀργυρίου. ἐγὼ δὲ γελάσας καὶ διεξελθὼν ἃ σύνοιδά
σοι, γυμνός, ἔφην, πορεύου καὶ πενίαν οὐ μέμψῃ
ἄγε οὖν, ὦ γενναῖε, δέχου τε τὸν ἄνδρα εὐμενῶς καὶ παῦε
τῶν κακῶν ὁπόσα ἔξεστί σοι καὶ δεῖξον ἡμῖν ὡς οὐδὲν ἔλατ-
τον ἐσχήκαμεν ἢ εἰ γράφειν εἴχομεν τῷ τῆς γνώσεως κυρίῳ.
Related Letters
You ask how things stand with us, and I wish I could report only good news.
So you will not collect taxes twice, yet you keep asking for letters on matters about which you already have...
Leontius is still carrying letters on the same subject.
You know better than most what it means to run a school in times like these.
Miccalus comes to you from Olympius, from home to home -- and from one brother to another, in every real sense.