Letter 213: I have several things to lay before you, and I hope you will forgive the length of this letter -- it is the price of...

LibaniusAndronicus, a general|c. 334 AD|Libanius
education books

τῷ αὐτῷ (360)

Ἐπ᾿ ἐξόδῳ τῆς λειτουργίας ὁ ἀνεψιός ἐστί μου. νόμος δὲ
τὰ τελευταῖα καὶ μέγιστα εἶναι τῆς γε τοιαύτης λειτουργίας. ὁ
δὲ καλῶς φροντίζων τῆς ὑπερβολῆς ὅπως ἐν ἑκάστῳ τῶν ποι-
ουμένων αὐτὴ φανεῖται φροντιεῖ οὐ μόνον ἆθλα μείζω τῶν
πρόσθεν τιθεὶς οὐδὲ πλείω θηρία φόνῳ διδούς, ἀλλὰ καὶ τῶν
πρὸς ταῦτα ἀγωνιουμένων πολλαχόθεν ποιούμενος συλλογήν·
τοῦτο γάρ ἐστιν ἀτεχνῶς τὸν κολοφῶνα ἐπιθεῖναι.

τῆς τοί-
νυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει
γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς εἰ μὲν σὺ βού-
λοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν.
καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνη-
μονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ
παρ’ οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ

ἡμῖν οὐδενὸς εἴσονται δι’ ὃν οὐ ·γίγνεται. τοῦτο δὲ σοὶ οὐ
καλόν.

φιλεῖς τὴν Φοινίκην. οἶδα καὶ αὐτὸς καὶ μετ’ ἐμοῦ
τοῦτο οἶδε γῆ τε καὶ θάλαττα. ἀλλὰ καὶ τοῦτο ἔστι τῆς Φοι-
νίκης ἐρῶντος ἐᾶν ἡμᾶς εὖ ποιεῖν τηλικαύτην πόλιν. καὶ ἅμα
ἤν τι θαυμαστὸν ἐργάζωνται σοφίᾳ κρατοῦντες τὴν τῶν θη-
ῥίων φύσιν, ὁ θεατὴς ἐν τῇ τοῦ ἔργου ἡδονῇ τὴν Φοινίκην
ἐπαινέσεται.

μὴ τοίνυν μήθ’ ἡμᾶς ἀτιμάσῃς μήτ’ ἐκείνην
ἀδικήσῃς μηδέ γε ἁρπάσῃς πρόφασιν ἀπὸ τῶν Μοδέστου γραμ-
μάτων εἰς τὸ μὴ δοῦναι τὴν χάριν, τὰ μὲν γὰρ ἔθει τινὶ πα-
λαιῷ κεκόμισται, θαρροῦμεν δὲ οὐκ ἐκείνοις, ἀλλὰ τῷ σὲ βού-
λεσθαι τὴν ἡμετέραν οἰκίαν ἐν σχήματι φαίνεσθαι. καὶ νῦν,
εἰ παρὰ σοῦ πεμφθεῖεν, οὐδεὶς πρὸ του πέμψαντος δόξει δε-
δωκέναι τὴν χάριν.

ἴδει μὲν οὖν περιεῖναί τε τὸν θεῖον
ἡμῖν καὶ νῦν μεθ’ ἡμῶν ἐπιστέλλειν ἢ μόνον γε ἐπιστέλλειν,
ἀπέχρη γὰρ ἂν καὶ οὐδὲν ἂν ἦν ὅ τι οὐκ ἂν ἔπραττες· ἐπεὶ
δὲ ἀπῆλθεν, ἐνθυμοῦ πρὸς σαυτὸν ὅτι γράφειν μὲν οὐκ ἄν
τις ἀποθανὼν δύναιτο, χαίρειν δ’ ἂν καὶ τελευτήσας δύναιτο.
τὴν γὰρ τῶν ποιητῶν περὶ τῶν τοιῶνδε δόξαν ἐπίστασαι.

πέμπε
δὴ τοὺς ἄνδρας καί τις ἔστω παρὰ σοὶ λόγος τῶν Διονύσου καὶ
Κορωνίδος θυγατέρων. καὶ ἃ μὲν οὐκ ἄξιον διδόναι, δοῦναι
κακίας τὸ δὲ ὅλως ἐκβαλεῖν τὰς Χάριτας οὐχ Ἑλληνικόν.

Related Letters