Letter 219: The news from your quarter confirms what we have long suspected: that education alone is no longer sufficient...
Ἰουλιανῷ. (360?)
Ἆρ’ ἡμῶν ἐπιλέλησαι; ἡμᾶς μὲν γὰρ οὐκ ἐᾷ τοῦτο πα-
θεῖν ἡ Φοινίκη τὴν σὴν ἀρχὴν ὕμνοις ἀθανάτοις τιμῶσα. ῥει
δὲ καὶ ἀπὸ τῆς ὑμετέρας Ἀσίας τῶν ἔργων λόγος βεβαιῶν τὰς
προσδοκίας. οὐδὲν γὰρ οὕτω μέγα τῶν ἀγγελλομένων ὄντων
ἁπάντων μεγάλων ὥστ’ εἶναι κρεῖττον ἐλπίδος.
ἡμεῖς δὲ
διά τε τὴν συγγένειαν τὴν πρὸς τοὺς Ἴωνας χαίρομεν καὶ ὅτι
σὲ εἰκὸς ὁδῷ χωροῦντα αὐτῶν τε ἐκείνων καὶ τῶν τῇδε μετὰ
μείζονος ἄρξειν τοῦ σχήματος.
τούτων μὲν οὖν θεῷ μελή-
σει, χάριν δὲ οὐκ ᾔτησέ με μᾶλλον ἢ δέδωκεν Ἀνδραγάθιος
οὑτοσὶ δεηθεὶς λαβεῖν ἐπιστολήν. οὐ γὰρ μᾶλλον ἐκεῖνος ἡδί-
ων ἔσται τῆς σῆς ἀπολαύων ῥοπῆς ἢ αὐτὸς ὅτι σὲ προσειπεῖν
εἶχον ἡδόμην.
τρία δή σοι τὸν νεανίσκον συνίστησιν, ἥ
τε τοῦ λέγειν δύναμις, ἣν ἐν τοῖς ὑπάρχοις ἔδειξεν, ἥ τε ἐπιεί-
κεια τῶν τρόπων, ἣν οὐκ ἔφθη τις συμμίξας καὶ οὐκ ἔγνω,
τό θ’ ἡμῖν ἐπιτηδείως ἔχειν καὶ ταύτῃ γε νικᾶν τοὺς ἡμῖν ἐκ
παιδὸς γνωρίμους.
Related Letters
What you most desired -- and what you desired, I believe, was a letter from me -- here it is.
The school goes on, as it always does -- some years better than others, but never without interest.
My uncle honored me in many ways, and in particular, when he was about to die, he made me one of his heirs --...
Among the soldiers there is a brother of this Hesychius, and Hesychius himself has become a friend of ours for no...
If people knew how you really feel about me, they wouldn't ask me to send you letters on their behalf.