Letter 230: This Antiochus here is a man who barely survived.

LibaniusAndronicus, a general|c. 335 AD|Libanius
property economics

Ἀνδρονίκῳ. (358)

Ἀντίοχος οὑτοσὶ τῶν μόλις ἐστὶ σεσωσμένων. ὅτε γὰρ
ἦρχε Φοινίκης Δημήτριος, ἵππον αὐτῷ δίδωσι δυσγάργαλιν
ἱπποκόμης ἐξαγαγών. ὁ δὲ ἅμα τε ἐπ’ αὐτὸν ἀνέβη καὶ ἐκ-
κρουσθεὶς ἐπ’ αὐτῆς ἔκειτο τῆς ἀγορᾶς, ὁ δὲ ἵππος ἔθει φέρων

τὸ στρωματόδεσμον. καὶ ἦν ἴσως τοῦτο κέρδος τῶν τὸ καλὸν
τρεφόντων θηρίον.

ἔδει μὲν οὖν αὐτοὺς ἐπὶ τῇ σοφωτάτῃ
μηχανῇ ἀποθανεῖν, καὶ γὰρ οὗτος, εἰ μὴ θεῶν τις ἤμυνε, πε-
σὼν ἂν ἐτεθνήκει, διὰ δὲ τὴν ἐπιείκειαν Ἀντιόχου περὶ τῶν
χρημάτων εἰς λόγον καθίσταντο.

καὶ τοῖς μὲν ἠδικηκόσιν
ἐδόκει πέντε καὶ εἴκοσι στατῆρσι λῦσαι τὸ ἔγκλημα, τοῦ δὲ
φάσκοντος ἑκατὸν αὑτῷ στατῆρας ἀπολωλέναι τὸ πρᾶγμα ἐπὶ
τῆς ἀμφισβητήσεως ἵσταται. σὸν δὴ τὰ δίκαια ννῶναι καὶ τῷ
μὲν βοηθῆσαι, τοὺς δὲ σωφρονίσαι.

Related Letters