Letter 235: You call Hyperechius my son in one breath and say you are grateful to me for what you have done for him in the next.

LibaniusMaximus|c. 336 AD|Libanius
education booksproperty economics

Μαξίμῳ. (360)

Ὁμοῦ παῖδά τε ἐμὸν Ὑπερέχιον καλεῖς καὶ χάριν μοι φὴς ift
τῶν εἰς αὐτὸν εἰδέναι. τούτοιν δὲ ἢ τὸ πρότερον οὐκ ἀληθὲς
ἡ θάτερον οὐκ ἔχον λόγον, μᾶλλον δέ, ἐπειδὴ τὸ πρότερον ἀλη-
θἐς, μάταιον γίγνεται τὸ δεύτερον, εἰ μὴ καὶ αὐτὸν δεῖ σοὶ
χάριν εἰδέναι τῶν εἰς τοῦτον αὐτόν.

ἀλλ’ oixs σὺ θαυμα-
στὸν οὐδὲν ἐποίεις ποιῶν ἃ δὴ πεποίηκας εἰς υἱόν τε καὶ τοι-
οῦτον ἐγώ τε νομίσας υἱὸν ἐμὸν πάντα ἀγαθὸν εἰκός τι ποιῶν

οὐκ ἂν τούτου μισθὸν ζητοίην, ἀλλ’ οἷς δεῖ χάριν ἐμέ τε καὶ
σὲ τῆς εἰς τοῦτον εὐνοίας ἔχειν, ἐρῶ.

οἱ τῆς ἱερᾶς Ἀγκύ-
ρας, πρέποι γὰρ ἂν αὐτῇ τοῦτ’ ἀκούειν, ᾧ κοσμεῖ τὰς Ἀθήνας
Ὅμηρος, οὗτοι δὴ οἱ ταύτης οἰκήτορες ἐμοί τε εὐεργέται καὶ
σοὶ καὶ στεφάνων ἄξιοι καὶ εὐχῶν. καὶ δῆτα εὔχομαι τοῖς θεοῖς
πᾶσι καὶ πάσαις γῆν τε αὐτοῖς καρπὸν ὅτι πλεῖστον διδόναι
καὶ ἀέρα μένειν ἐν τοῖς μέτροις καὶ γυναῖκας τίκτειν ὅμοια
γονεῦσι καὶ λόγων ὥσπερ νῦν τὴν πόλιν ἐρᾶν καὶ τῶν εὐδαι-
μονίαν φερόντων ἀπεῖναι μηδέν, ὅτι με ἰδόντες ἡμέρως, ἡνίκα
δι’ αὐτῶν ᾔειν, νῦν τετιμήκασι μειζόνως οἷς ἔπραξαν τῷ νεα-
νίσκῳ εἰς δόξαν.

καὶ μή με οἴου τοῦτο λέγειν, ὡς ὄντα
φαῦλον ἦγον εἰς δόξαν, ἀλλ’ ὅτι μὴ φθόνῳ τὴν ἀλήθειαν ἔβαλ-
λον, ἐγένοντο δὲ τοῦ φθόνου κρείττους πολῖται πολίτην ἀγα-
πῶντες. τούτου χάριν αὐτοῖς εἰδέναι χρή.

τὰ μὲν οὖν παρ’
ἐμοῦ πρὸς αὐτοὺς εὐχαί τε ὑπὲρ αὐτῶν καὶ κατ’ αὐτῶν ἔπαι-
νοι, σοὶ δὲ ἔνεστι τὸ καὶ δι’ ἔργων ἀμείβεσθαι. καὶ πᾶν ὑπουρ-
γῶν μηδέπω ἡγήσῃ τὸ πᾶν ἐκτετικέναι

ἴσθι μέντοι καὶ
τὴν ἡμετέραν πόλιν εἰδέναι τῇ πόλει χάριν οἴεται γὰρ τὴν
περὶ τοῦτον ἐκείνης γνώμην μαρτυρίαν αὑτῇ τοῦ βελτίονος

εἶναι.

τὴν μὲν οὖν φιλοτιμίαν σου τὴν εἰς τὸν υἱὸν οὐκ
ἐθαύμασα, νοῦν Ψὰρ ἔχων ἃ ὕστερον ἔμελλεν ἕξειν τῷ νόμῳ,
ταῦτ’ ἐποίησας δῶρον πατρός, θαυμάζω δὲ ὅτι πολλαὶ μὲν
παρ’ ὑμῖν κοῦραι ἀριστήων, οἳ τὴν πόλιν συνέχουσι, οὐ δ’
οὐκ ἐφρόντισας ὅπως ἴδης τάχιστα τοῦ παιδὸς παῖδας. εἰ γὰρ
καὶ ἤδη πάππος εὖ ποιῶν κέκλησαι, ἀλλὰ καὶ ταύτῃ σε πάπ-
πον κληθῆναι καλόν, ἄλλος δ’ ἂν ἔφησε, κάλλιον.

Related Letters