Letter 241: These were certainly not the promises you made when you left us to take up your governorship -- silence, and making...
Εὐθηρίῳ. (360?)
Οὐ ταῦτα μέντοι παρ’ ἡμῶν ἀπαίρων ἐπὶ τὴν ἀρχὴν ὑπι-
σχνοῦ, σιγὴν καὶ τὸ ποιήσειν ἡμῖν χείρω τὰ πράγματα, ἀλλ’
ἦν πολὺ τούτων ἀφεστηκότα τὰ τότε λεγόμενα, φησὶ Δημο-
σθένης, καλὰ καὶ φιλίᾳ πρέποντα, τὰ ἔργα δὲ τὰ ἀπὸ τούτων
οὐδαμοῦ, πάλιν <ὁ> αὐτός πού φησιν.
ὡς ἔγωγε
νῦν μὴ οὐδέν μοι δυνηθῇ τὰ γράμματα καὶ πεπονθὼς ἦς
ὅπερ Ἀνδρόνικος ὁ καλός. καὶ γὰρ ἐκεῖνον ἔπεισε τὸ ἄρχειν
ἀγνοῆσαι τοὺς φίλους, ἄρχοντα μὲν ἀξίως ἐπαίνου, δεῖ γὰρ
τἀληθῆ λέγειν, τὰ πρὸς ἡμᾶς δὲ αὐτῷ τάχ’ ἂν αἰτίαν ἔχοι.
ἀλλά τοι δεῖ νῦν ταύτην δοῦναι τὴν χάριν, ὅπως τι κουφί-
σαις τῶν πρότερον καὶ μὴ πάντα ἐγκαλῶμεν, μᾶλλον δὲ ὅπως
μηδὲν ἐγκαλῶμεν. λύεται γὰρ ἔγκλημα χάριτι τελευταίᾳ και-
ρὸν ἐχούσῃ, καὶ τοῦτο οἶσθα, εἴπερ οἶσθα Θουκυδίδην, εἰ μὴ
καὶ τούτου γε ἐπελάθου τοῦ φίλου.
τί οὖν αἰτοῦμεν καὶ
σκόπει γε ὡς οὐκ ἔξω τῶν νόμων. οἱ τῆς Ἄρκης βουλευταὶ
Καρτέριον εἰς αὑτοὺς ἐγγράφουσιν, ᾧ τὸ μὲν λειτουργεῖν οὐ
δαμόθεν προσήκει, παρ’ ἡμῖν δὲ ἐπὶ λόγοις διατρίβει. ὅ τε γὰρ
πατὴρ ἱερεὺς αὐτῷ τόν τε πάππον εἰ ζητεῖς, ἄρχοντα εὑρήσεις
καὶ τὸ μέγιστον, ὑπ’ αὐτῆς τῆς βουλῆς τὴν οἰκίαν ἀφειμένην,
ὡς δηλοῖ ταυτὶ τὰ γράμματα, κέλευε δὲ ἀναγινώσκειν.
καὶ
μὴ τοσοῦτον παρίδῃς <τὸ> δίκαιον μηδὲ ἐπὶ τοῖς Ἄρκαν οἰκοῦσιν
ἔστω τῶν αὐτῶν ἀφίστασθαί τε καὶ πάλιν λαμβάνεσθαι, ἀλλ’
ἴστωσαν ὡς ὁμοίως ἄδικον τά τε αὑτῶν οὐ κομίζεσθαι τά τε
οὐχ αὑτῶν αὑτῶν ποιεῖν.
ἀλλ’ ἐκεῖνοι μὲν μηδὲν ὀκνούν-
των, ἡμῖν δέ γε διὰ σοῦ γιγνέσθω τὰ παρὰ τῶν νόμων ἰσχυρά.
τῶν μὲν γὰρ οὐκ αἰσχυνομένων ἐστὶν ἐθέλειν πλεονεκτεῖν, δι
καστοῦ δὲ μηδένα <ἐᾶν> εἶναι δυνατώτερον νόμου.
καὶ
μὲν ἔγεμεν ὕπνου Καρτέριος ἡ μὴ ἔμελλεν ἐν Μόρων φα-
νεῖσθαι χορῷ, βραχὺς ἄν μοι λόγος ἦν τῶν νῦν ἐπ’ αὐτὸν
παττομένων· βλάστην δὲ οὕτω γενναίαν διαφθεῖραι καὶ τὸ
ἤδη συνειλεγμένον ἐκβαλεῖν τῆς διανοίας, ὃ πέφυκε ποιεῖν ὁ
τῶν πραγμάτων θόρυβος, οὔθ᾿ ὅσιον οὔτ᾿ εὐσεβές.
καὶ σύ
τοι τὸ ἄρχειν ἔχεις ἀπὸ τοῦ δύνασθαι λέγειν εἰκὸς δή σε βοη-
θεῖν τοῖς περὶ τὸν Ἑρμῆν καὶ φαίνεσθαι τιμῶντα τὰς ἀφορ-
μὰς ἀφ’ ὧν ἐνταῦθα ἥκεις.
εἰ Τε βούλει, καὶ τοὐμὸν προσ-
λογίζου καὶ μὴ τὴν ἐπιστολὴν ἀτιμάσῃς, ὅτι ἐστὶν ἐπιστολὴ πᾶν
ἂν παθοῦσα σιγῇ. ἀλλ’ ὅταν εἰς τὰ γράμματα βλέπῃς, ἡγοῦ
καὶ ἐμὲ βλέπειν ἐκεῖνον τὸν πάντα σοι, τὸν ἐν Διονύσου, καὶ
τὸν νέον δοὺς τὸ νῦν εἶναι τοῖς λόγοις ἀπάλλαξον τοὺς οἰκέ-
τας τῆς διαχειρίσεως.
Related Letters
I think you already know the excellent Artemion.
The matter is urgent, the man is honest, and the case is just.
I would not beg you to do well by Heraclides -- I command you.
It pleases me more than winning a province myself that this has happened under your governorship.
Nemesius truly is a friend of Hermes [god of eloquence].