Letter 244: The sons of Caesarius did not make a bad decision in the first place when they entrusted themselves to a...

LibaniusIphicrates|c. 337 AD|Libanius
education bookshumor

Ἰφικράτει. (358/59)

Ἀλλ’ οὔτε τὰ πρῶτα κακῶς ἐβουλεύθη τοῖς Καισαρίου
παισὶ ῥήτορι δεδωκόσιν αὑτοὺς νῦν τε εὕροιεν, ὦ Μοῦσαι,
παρ’ ἐμοί τι τοιοῦτον, ὑφ’ οὗ μνησθήσονται παροιμίας τινός.
ἥτις δὲ αὕτη, σὺ μὲν ἴσως ὁρᾷς, ἐμοὶ δὲ οὐ καλὸν λέγειν.

γε-
λῶν δέ σου πρὸς τὴν ἀπολογίαν, ἣν ἐποιοῦ κατηγοροῦντος οὐ-
δενός, πάλιν ἐγέλων, ὅτι σε εὕρισκον φοβούμενον μὴ οὐ τοῦ
παντὸς ἀπολαύσωσιν οἱ νέοι τῷ δι’ ἄλλων παρ’ ἡμᾶς ἥκειν.
εἰ μὲν γὰρ ἐχθροὺς ἡγούμην, ἀπέκλειον ἄν δεξάμενος δὲ ὡς
φίλους ἐμαυτὸν ἂν ποιοίην κακῶς, εἰ μὴ τούτους ἀγαθόν, ὅ
τι ἂν δύνωμαι.

γελοῖος δ’ ἂν ἦν καὶ Διομήδης, εἰ τοὺς
ἵππους Αἰνείου λαβὼν ἀντὶ τοῦ θεραπεύειν ἐποίει χείρους τῇ

τε ἄλλη καὶ χιλὸν οὐ διδοὺς ἐγκαλῶν αὐτοῖς, ὅτι ἦσαν Αἰ-
νείου πρότερον. ἀλλ’ εἶπεν ἂν ὁ Ζεύς, ᾧ τῶν ἵππων ἔμελε,
καὶ γὰρ αὐτὸς ἐδεδώκει τὸ γένος, ὅτι ὦ παῖ Τυδέως, τὰ
σαυτοῦ φθείρεις, ἢν τούτων ἀμελῇς, οἳ σοί τέ εἰσι
καὶ σὲ φέρουσι καὶ στεφανοῦσι νικῶντες, ἀλλ᾿ οὐ τὸν
Ἀγχίσου.

Related Letters