Letter 246: It pleases me more than winning a province myself that this has happened under your governorship.
Εὐθηρίῳ. (358/59)
Ἥδιον ἐμοὶ τοῦ τὸ ἔθνος κτήσασθαι τὸ σοῦ τὴν ἀρχὴν
ἔχοντος τοῦτο ὸὕτω συμβῆναι. Καισαρίῳ δὲ συγχαίρω μὲν τῶν
τρόπων, συγχαίρω δὲ τῆς δόξης, ἣ μείζων τῇ σῇ ψήφῳ γίγνε-
ται, καὶ μάλιστά γε τῆς εὐπαιδίας συγχαίρω τοσαύτη γὰρ ἐν
αὐτοῖς ἐπιεικείας τε φροντὶς καὶ λόγων, ὥστ’ εἰκότως ἂν αὐ-
τοὺς καὶ ὁ πατὴρ αἰσχύνοιτο.
σοὶ δὲ πάντα μὲν χαριζοίμην
ἂν καὶ εἰ με κελεύεις ἀργὸν φιλεῖν, ὑπακούσομαι· τούτους δέ,
τὸ γὰρ ἀληθὲς εἰρήσεται, πρὸ τῶν σῶν γραμμάτων συνέστησεν
ἡ φύσις. ὥρα δή σοι χάριν ἑτέραν αἰτεῖν ὡς ταύτην γε αὑ-
τοῖς οἱ νεανίσκοι δεδώκασιν.
Related Letters
Nemesius truly is a friend of Hermes [god of eloquence].
I would not beg you to do well by Heraclides -- I command you.
I think you already know the excellent Artemion.
The matter is urgent, the man is honest, and the case is just.
Your love has made you a slanderer -- you think nobody is anything compared to me.