Letter 247: I will not hesitate to speak to you about justice -- for justice is your passion, and you would be annoyed not at...
Ὁνωράτῳ. (358/59?)
Οὐκ ὀκνήσω σοι περὶ τῶν δικαίων διαλεχθῆναι, ταῦτα
γὰρ τὰ σὰ παιδικά, καὶ οὐκ ἂν ἄχθοιο τοῖς ὑπὲρ αὐτῶν λέ-
γουσιν, ἀλλ’ εἴ τις ἔχων εἰπεῖν ὑπὲρ αὐτῶν τι σιγῴη.
δοκεῖ
δέ μοι καὶ ὁ Ῥαδάμανδθυς χαίρειν, ὁπότε καλοῖτο τῷ δικαίῳ
βοηθεῖν, ἐφ’ ᾧ δόξαν εἶχεν, ὅτι ἄρα τὸ δίκαιον ἰσχυρὸν ποιεῖ.
εἰμὲν οὖν ὥσπερ περὶ τῶν Ὀλυμπίου τρόπων οὕτως ἐτύγχα-
νες ἀκηκοὼς καὶ περὶ τῶν ἄλλων πραγμάτων, οὔτ’ ἂν αὐτὸς
ἐπέτρεπες τοῖς ἐπηρεάζουσιν ἡμῖν τ’ οὐδὲν ἂν ἔδει τοιαύτης
ἐπιστολῆς· νῦν δ’ ὡς μὲν ἀγαθός, πολλαχόθεν ἔχεις μαθεῖν.
καὶ πρῶτόν γε παρὰ τῶν Μακεδόνων, οἳ τούτῳ προσόμοιον
ἄρχοντα λαβεῖν εὔχονται μέν, λαβεῖν δὲ οὐ δεδύνηνται. παρ’
ὧν δ’ ἂν ἦν σοι τἄλλα μαθεῖν, οὐκ ἐθέλουσι διδάσκειν, λυσι-
τελεῖ γὰρ ἴσως αὐτοῖς τὸ πρᾶγμα ἀφανίζειν, ἀλλ’ ἐγὼ δηλώσω.
Ὀλύμπιος οὗτος, ὃν δὶς εὖ πεποίηκας, δὶς γὰρ ἡμῶν ἦρξας,
ἥξει δὲ ἴσως καὶ ἡ τρίτη, πρότερον μὲν εἰς τὸ Ῥωμαίων ἐτέλει
συνέδριον, χθὲς δὲ ὡς εἰπεῖν γέγονεν ὑμέτερος.
ἔπειθ’ ὑπὲρ
ἀρχαίας ἐνοχλεῖται φορᾶς, οὐχ ὅτι ὀφείλει, πῶς γὰρ ὅ γε οὔ-
πω τότε προσήκων ὑμῖν; ἀλλ’ ὅτι ὁμώνυμός ἐστιν Ὀλυμπίῳ
τινί. τούτου δὲ οὐκ ἂν ἄξιος εἴη δοῦναι δίκην οὐ γὰρ αὐτὸς
ἔπεισε τοὺς γονεῖς θέσθαι αὑτῷ τοὔνομα.
πρῶτον μὲν δὴ
ταύτην, ὦ δαιμόνιε, τὴν σύγχυσιν ἀξίου διορίζειν. ἔπειτα ἐν
ταῖς φοραῖς μὴ μεῖζον ἔστω τῆς νεὼς τὸ φοτίον μηδ᾿
ὁ μὲν παρὼν πλουτῶν ἧττον, ὁ δὲ ἀπών, εἰ καὶ μὴ πλουτεῖ,
φερέτω πλέον. ἐν γὰρ τοῖς τοιούτοις εἰς τὸ μέτρον τῆς οὐσίας
βλεπτέον, οὐκ εἰς ἐκεῖνα.
τῷ δὲ Ὀλυμπίῳ πάντα καλὰ καὶ
μεγάλα πλὴν χρημάτων. ἦν γὰρ δὴ καὶ πατὴρ αὐτῷ δίκαιος
καὶ ταῦτα ὢν δυνατός τε καὶ πολλῶν πατήρ, ἀλλ’ ὁ τρόπος
οὐδ’ ὑπὸ τῆς πολυπαιδίας ἐγένετο χείρων.
ὅν μοι δοκεῖ
μούμενος Ὀλύμπιος ἐν τῇ Μακεδόνων ἀρχῇ γενέσθαι πενέστε-
ρος αὐτοὺς δὲ ἐκείνους ἐποίησεν εὐπορωτέρους. ὥστε εἴ τις
αὐτὸν προσείποι σὸν μαθητήν, οὐκ ἂν ἁμάρτοι. καὶ γὰρ ἐν
σοὶ ταῦτα πάλαι τε ἦν καὶ νῦν ὁρᾶται.
τούτῳ οὖν δεό-
μεθα σύμμετρον εἶναι τὴν φοράν, κἄν τις εἰς τὸ λειτουργεῖν
ἄγη νῦν, διακωλύειν τοῦ νόμου μεμνημένον, ὃς τοῖς ἄρτι δε-
δομένοις ὑμῖν ἔδωκεν ἀναβολὴν οὐ νομίζων καλῶς ἂν ἔχειν
πρὸ τῶν προΤέρων τοὺς δευτέρους δαπανᾶν.
πολλὰ τῇ πό-
λει νῦν ἐπὶ τὸ βέλτιον μετέστη, τί δὲ οὐκ ἔμελλε σοῦ γε
εστηκότος; σχῆμα ἀρχῆς, οἰκοδομημάτων κάλλη, τὸ μὴ τὰ δη-
μόσια τῶν ἰδίων εἶναι ἐλάττω, ταμιεῖον ὑδάτων, δι’ οὗ καὶ
πρὸς ἡμᾶς ἔστιν ὑμῖν ἁμιλλᾶσθαι.
γενέσθω δὴ καὶ τοῦτο
καινόν, τὸ μὴ τοὺς συνέδρους ὑπ’ ἐνίων σπαράττεσθαι μηδὲ
τοὺς μὲν ἐν γήρᾳ τελευτᾶν οὐ λελειτουργηκότας πάλαι τῶν
παρ’ ὑμῖν ἀγαθῶν μετέχοντας, τοὺς δ’ οὔπω γεγευμένους τῶν
παρ’ ὑμῖν ἀγαθῶν εὐθὺς ἀπὸ γραμμῆς ἀλγεῖν. εἰ γὰρ μὴ νῦν
ταῦτα εἰς τάξιν ἔλθοι, πότ’ ἂν ἔλθοι;
δεινὸν φήσει τις
εἶναι τὸ μὴ βαδίζειν ἐκεῖσε τοὺς ἐγγεγραμμένους. καὶ πάνυ
γε, εἰ μὴ τὸ κωλῦον εἴη. ἀλλ’ ὅ γε Ὀλύμπιος, ἂν ἐκεῖνο ποιή-
σῃ, μητρὸς γέγονε προδότης. ἡ δὲ γραῦς τε πάνυ καὶ ἐπιθυ-
μεῖ τοῦ παιδὸς ἁπτομένη τὴν ψυχὴν ἀφεῖναι. καὶ ταύτην ὁ
μὴ δοὺς τὴν χάριν ἀσεβέστερος Ἱππομένους. τήν τε οὖν γνώ-
μὴν θαυμάζοις ἂν εἰκότως καὶ τῶν οὐ δικαίων ἀπολύοις ἀνα-
λωμάτων.
Related Letters
Now you have paid me back the great wages -- by appearing so fine and good at the imperial court.
Gregory to Honoratus, Archdeacon of Salona. The mandates of ourselves and of our predecessor had reached your Love not long ago, in which thou were acquitted of the charges calumniously brought against you; and we ordered you to be reinstated without any dispute in the order of your rank. But, inasmuch as again after no great lapse of time, you ...
Having read the contradictory letters which you and your bishop have addressed to us against each other, we grieve that there is so little charity between you. Nevertheless we enjoin you to continue in the administration of your office, and, if the cause of offense between you can, under the power of grace, be settled on the spot, we believe it ...
KING THEODERIC TO HONORATUS, ILLUSTRIOUS QUAESTOR
Cyprian to Januarius, Maximus, Proculus, Victor, Modianus, Nemesianus, Nampulus, and Honoratus, his brothers, greetings.