Letter 252: Lucianus, a man not blessed in everything, did not dare to approach me himself -- so thoroughly did he condemn what...
Πρισκιανῷ (360/61?)
Λουκιανὸς ὁ οὐ πάντα εὐτυχὴς αὐτὸς μὲν οὐκ ἐτόλμησέ
μοι προσελθεῖν, οὕτως ὧν προήχθη ποιῆσαι κατεγνώκει, τὸν
δὲ ἐμοί τε καὶ σοὶ φίλτατον καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοί-
μην ἄν, Παγκράτιον τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν καὶ
ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο
τοῦ πατρός, οὗτος δὴ ὁ Παγκράτιος ἐκέλευέ με συγγνώμην αἰ-
τεῖν ἐν γράμμασι τῷ μὲν μεμφόμενος, σὲ δὲ δώσειν ἐλπίζων.
ὃ δὲ Λουκιανὸς εἱστήκει σιγῇ κύπτων εἰς γῆν καὶ ἠλέησα
τὸν ἄνθρωπον ὁμολογοῦντα τῷ σιγᾶν μηδὲν ἔχειν εἰπεῖν.
δέο-
μαι δή σου, μᾶλλον δὲ τοσοῦτον ὑπειπὼν εἶτα δεήσομαι. τὸν
Ἄδμητον ὅταν εὑρίσκῃς σώζοντα τὸν ἐχθρὸν καὶ τοσοῦτον ἀπ-
έχοντα τοῦ ποιῆσαι τὸν Θεμιστοκλέα κακῶς ὥστε καὶ συμ-
πράττειν, ὅπως ἥξει τάχιστα οἷπερ ὥρμητο, καίτοι γε οὐκ ἦν
ἄδηλον ὡς ἐν τῷ βοηθεῖν ἐκείνῳ λυπεῖν ἦν τοὺς ἐξαιτοῦν-
τὰς, οἱ δὲ ἦσαν αἱ μέγισται Ἑλληνίδων πόλεων, ἀλλ’ ὅμως
τὴν ἱκετείαν τοῦ δυσμενοῦς ᾐδέσθη μᾶλλον ἢ τὸν κίνδυνον
ἐφοβήθη — πότερον οὖν τῇ φιλανθρωπίᾳ τὸν βασιλέα τῶν
Μολοττῶν εἰς ἀναισθήτους τίθης ἢ θαυμαστὸν ἄγεις τῇ με-
γαλοψυχίᾳ καί σοι δοκεῖ διὰ τοῦτο μᾶλλον ἂν εἰκότως ἢ τὴν
ἀρχὴν μακαρίζεσθαι
νῦν δή σου δέομαι μιμήσασθαι ἃ θαυ-
μάζεις καὶ τὴν πρὸς τοῦτον ὀργὴν ἀνελεῖν διὰ τοὺς φίλους ἢ
τηροῦντα ταύτην ἀνιᾶσαι τοὺς φίλους.
ἠδίκει Λουκιανός,
αὐτὸς τοῦτό φησιν, ὥστ’ οὐδὲν δεῖ κατηγόρου. τί γὰρ ἔ τις
ἐλέγχοι τόν γε ὁμολογοῦντα; καιρὸς οὖν τῆς συγγνώμης οὗτος
τοῦ μὲν ἐν ταῖς αἰτίαις οὔτ’ ἀρνουμένου καὶ κατεσθίοντος
ἀντ’ ἐκείνων αὑτόν, τῶν δὲ τὰ σὰ βουλομένων εὐδοκιμεῖν συν-
δεομένων ἡμὶν σοῦ τ’ εἰκότως ἂν μήθ’ ἡμᾶς ἀτιμάζοντος δί-
κην τε οὐ ζητοῦντος παρὰ τοῦδε μείζω τοῦ πεπεῖσθαι τοῦτο
αὐτόν, ὡς ἄρα ὀφείλει τὴν ἐσχάτην.
ἦν μοι ῥᾷστον ἐπιτεί-
νεῖν τὴν ἐπιστολήν, ἀλλ’ ἔδεισα μὴ οὐ δόξῃ φίλου πρὸς φίλον
εἶναι τὸ μῆκος. τοῖς γὰρ οὕτως ἔχουσι πρὸς ἀλλήλους ἀρκεῖ
καὶ νεῦσαι. οὔκουν προσθήκης, ἀλλ’ ἀπολογίας μᾶλλον τοῦ
τοσαῦτα εἰρῆσθαι.
Related Letters
Theodotus and Charisius are brothers, and their profession is the same.
You know Maeonius the copyist.
Leontius is still carrying letters on the same subject.
You will have heard the latest attacks on our profession -- the usual complaints from people who think that because...
The man who brings this letter is trustworthy and deserves your attention.