Letter 254: Your letters are themselves a festival -- as is everything that arrives from you.
Δημητρίῳ. (361)
Ἀλλ᾿ αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν
ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις
εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ’ ἂν εἰς
τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων.
ὁ μὲν οὖν Εὐφήμιος
ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν ὡς
σιλέα θήρᾳ τερπόμενον ἔδραμε καλούμενος.
ὑπὲρ δὲ τοῦ
σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πρά-
ξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός.
τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς
Μούσαις.
Related Letters
Nothing from you is small, because it comes from you.
Many blessings on Bacchius, who is both fine himself and a lover of fine things.
Well, the dreams did a fine job of prompting you -- though I know perfectly well you would have done the same thing...
I need nothing from you but your letters.
Just as I'm enjoying the hospitality gifts you sent, so I'll make use of your letter's opening.