Letter 260: It seems you have done something to upset our friend Asclepius.

LibaniusHonoratus, of Salona|c. 338 AD|Libanius
friendshiptravel mobility

Ὁνωράτῳ. (361)

Ἔοικάς τι λελυπηκέναι τὸν ἑταῖρον ἡμῖν Ἀσκληπιόν. οὐ
γὰρ ἄν με ταῖς ἐσχάταις ἀνάγκαις ἐβιάζετο γράφειν, εἰ μή τι-
νος αὐτῷ δίκην ὤφειλες ἢ μείζονος ἢ ἐλάττονος.

ἐγὼ δὲ
πολλὰ μὲν ἐδεήθην αὐτοῦ μὴ τοιαῦτά σοι φέρειν, ἐξ ὧν ἀνιά-
σει, τεκμαίρομαι τεκμαίρομαι δὲ σοὶ προσίστασθαι τὰ ἡμέτερα τῷ
ἡμὶν ἐκεῖθεν ἐλθεῖν. ὅτι γὰρ οὐ πάνυ Μελιτίδης, αἰσθάνεται
τῆς μεταβολῆς.

διὰ μὲν δὴ ταῦτα παρῄνουν ἐμαυτῷ σιγᾶν
καί μοι μετέμελε τῶν ἔμπροσθεν ἐπεσταλμένων, πάντως δὲ ἔξ-
εστί μοι καὶ μὴ γράφοντι φιλεῖν.

ἐπεὶ δὲ ἄγχων Ἀσκλη-
πιὸς καὶ φάσκων οὐδ’ ἄν, εἴ τι γένοιτο, ἀφήσειν ἐνέβαλεν εἰς
τὴν ἐπιστολήν, ποίησον ὃ τὸν δίκαιον εἰκός. εἰ δέ τις ἀηδία
γένοιτο διὰ τῶν γραμμάτων, ἀφεὶς τοὺς κήρυκας αἰτιῶ τὸν
Ἀγαμέμνονα.

Related Letters