Letter 265: Nemesius truly is a friend of Hermes [god of eloquence].

LibaniusEutherius, governor of Armenia|c. 339 AD|Libanius
education booksfriendship

Εὐθηρίῳ. (358)

Ὄντως ὁ Νεμέσιος Ἑρμῇ φίλος. οὐ γὰρ ἂν οὗτος οὔτ᾿
ἔλεγεν οὕτως οὔτ᾿ ἔκρινεν ἄλλον, εἰ μὴ τῆς εὐνο ας ἀπήλαυε
τοῦ θεοῦ, ἐπεὶ καὶ Ὅμηρος μνησθεὶς Ἕκτορος μεγάλα εἰρ-
γασμένου Διὶ φίλον αὐτὸν ἐκάλεσεν ἐνδεικνύμενος ὡς μετὰ
τῆς ἐκείνου ῥοπῆς πάντα ἐπέπρακτο.

θαιμάζων δὲ αὐτὸν
ὡς ἀγαθὸν ῥήτορα φιλεῖν εἶχον, ὅτι μοι δῆλος ἦν χαίρων τοῖς
σοῖς ἀγαθοῖς. τήν τε γὰρ ἐπὶ τῆς ἀρχῆς ἀρετὴν ἐμήνυσε σὺν
ἡδονῇ διηγούμενος τοῖς τε ἡδέως ἀκροωμένοις εἶχε χάριν οὐχ
ὡς ἄν τις τὰ ἄλλου εκδιηγούμενος, ἀλλ’ ὡς ἄν τις τὰ αὐτὸς
αὑτοῦ.

σοί τε οὖν συνήσθην τῆς τοῦ ἐραστοῦ μανίας τού-
τῳ τε τοῦ κάλλους ὧν εδίωξε παιδικῶν. ἀλλ’ ἧκε μὲν ἐκεῖθεν
φαιδρὸς καὶ εὐθὺς ἠπείγετο πρὸς τὸν ἤπιον ἄρχοντα, δέξῃ

δὲ αὐτὸν ἐπαινοῦντα μὲν καὶ τὰ παρόντα, μὴ ποθεῖν δὲ οὐ
δυνάμενον ἐκεῖνα.

δάκρυα δέ, ὁπόσα αὐτῷ κινήσεις μέλλων
ἀπαίρειν, ὁρᾶν δοκῶ. παραμυθείσθω μέντοι τούτῳ γε αὑτὸν
τῷ πάλιν ὑπὸ σοὶ τὴν Ἀρμενίαν ἴσως ἂν γενέσθαι μετὰ μεί-
ζονος τοῦ σχήματος. τὸ παράδειγμα δὲ ἐγγύθεν. τοῖς γὰρ τὰ
ἐλάττω καλῶς ὑμῖν διῳκηκόσι ·μείζων εὐθὺς ἀρχή, τὸ αὐτὸ
γέρας τε καὶ πόνος.

ταυτὶ μὲν οὖν τελοίη θεός, Ὀλυμπίῳ
δὲ φράζε θαρρεῖν ὡς ἐμοῦγε καὶ τοῦ δικαίου χάριν καὶ ὅτι
σὺ κελεύεις ἕξοντος ἐν μεγάλῃ προνοίᾳ τὰ τῶν νέων.

Related Letters