Letter 267: The young men you sent are a credit to your city and to their fathers, and they have shown themselves worthy of the...
Ἀνδρονίκῳ. (361)
Ἥσθην, ὅτι τῶν δικαίων τυχόντες οἱ περὶ τὸν Ἑρμείαν
αὐτοί τε σὲ ἐπαινοῦσι καὶ τοὺς ῥήτορας, οἱ τότε ὑπὲρ αὐτῶν
ἐπέστελλον, εἰς τὸ ἐπαινεῖν σε κατέστησαν. φασὶ δὲ καὶ ἐμοὶ
χάριν ἔχειν οἱ ῥήτορες ὡς καὶ τῶν ἐμῶν τι δυνηθέντων γραμ-
μάτων. ἐγὼ δὲ τἀκείνων αἰτιῶμαι τοῦ παντὸς καὶ χαίρω γε
τιμῶντά σε τούτους ὁρῶν, οὓς τὸν μὴ θαυμάζοντα κἂν
ἐγραψάμην.
οἱ οὖν εὖ πεπονθότες πρότερον ἔρχονται εὖ
πεισόμενοι πάλιν τὴν ἐλπίδα περὶ τῶν δευτέρων ἀπὸ τῶν
ἔμπροσεν ἔχοντες ἄλλως τε καὶ περὶ τῶν αὐτῶν ἰόντες τρό-
πον τινά. τὸ γὰρ ὅπως μὴ κινηθῇ παρ’ ἄλλων ἃ παρὰ σοῦ
δέδοται ζητεῖν οὐχ ἕτερά ἐστιν αἰτούντων, ἀλλὰ τὸ βεβαίως
ἅπερ ἔχουσιν ἔχειν. κοινὸν δὲ οἶμαι τοῦτο σοῦ τε καὶ τούτων
ἀγαθὸν ἀθάνατον ἑστάναι τὴν ἄφεσιν.
γράμματα δὲ ταυτὶ
βασιλέως ἥκει σοι βουλόμενα τὰ σοὶ δόξαντα μένειν. σὺ δὲ
οὐ δήπου μέλλεις ἥκιστα προσέξειν, ἃ σοὶ τιμὴν οὐχ ἧττον
ἡ τούτοις φέρει βοήθειαν
Related Letters
Domnus has done me three favors right around the festival of the goddesses: he gives you the means to write, he...
Well, the dreams did a fine job of prompting you -- though I know perfectly well you would have done the same thing...
Your letters are themselves a festival -- as is everything that arrives from you.
The young man did not come to me without thinking it through.
I mourned for the city itself -- the one I was so glad to see, which I left unwillingly, and which I longed for even...