Letter 269: The man carrying this letter deserves your attention -- not because I say so, though that should count for...

LibaniusClearchus; then Elebocius|c. 339 AD|Libanius
education books

Εὐσεβίῳ. (358)

Ἤρκεσέ μοι γνῶναι ὅτι δοίης ἄν, ἐπεί τοι καὶ τὴν
ἀρχὴν πείρας εἵνεκα ᾔτουν, ὅπως εἰδείην εἰ καὶ τὰ τοιαῦτα
δώσεις. μνήμη δὲ μισθῶν ὀφειλομένων οὐκ ἦν ἐσπουδακότος
λόγος, ἀλλ’ ἀνδρὸς ἡδομένου τῇ μνήμῃ τῆς συνουσίας. εἰ γὰρ
δὴ καὶ σφόδρα ὀφείλων ἐτύγχανες, τριπλῇ τετραπλῇ τ’
ἀπέτισας ἔργοις μείζοσι καὶ καλλίοσι τῶν Γύγου χρημάτων.

τοῦτόν τε οὖν ἔχε τὸν ἵππον ἕτερόν τε μὴ ζήτει. πᾶς δὲ ὁ
τῶν ὑποσχέσεων ἀκούσας ἀκούσεται τὸ ἔργον καὶ κοσμήσει σὲ
μὲν τῷ πέμψαι, τῷ μὴ λαβεῖν δὲ ἐμέ.

Related Letters