Letter 271: Philastrius, a kinsman of Proaeresius -- the man who benefits the whole world through his eloquence -- is active in...

LibaniusMaximus|c. 339 AD|Libanius
education booksillness

Μαξίμῳ. (361?)

Τοῦ τὴν οἰκουμένην ἐκ λόγων εὖ ποιοῦντος Προαιρε-
σίου συγγενὴς ἐν Κουκουσῷ Φιλάστριος πολιτεύεται. τοῦτον
καὶ ὡς ἄνδρα ἀγαθὸν βουλοίμην ἂν τῆς παρὰ σοῦ τυγχάνειν
εὐνοίας καὶ ὅπως φαίνοιο τιμῶν τὸν χαλκοῦν μὲν ἐν Ῥώμῃ,

χαλκοῦν δὲ Ἀθήνησιν ἑστηκότα.

τὸ δὲ αὐτὸ καὶ ἐμοί τινα
τιμὴν οἴσει τῷ παρακεκληκότι καὶ δόξεις τῷ μὲν οὐδὲ γράψαντι
χαρίζεσθαι, γράψαντι δὲ ἐμοὶ προσεσχηκέναι.

Related Letters