Letter 273: To the same person. (361?

LibaniusUnknown|c. 340 AD|Libanius
barbarian invasioneducation booksfriendshipproperty economics

τῷ αὐτῶ. (361?)

Ὁ καλόν μοι τὸ θέατρον ποιῶν Μεγέθιός ἐστιν ὁ ῥή-
τωρ· βοᾷ γὰρ τηλικοῦτον ὅσον ἄλλοι πεντήκοντα καὶ τούτῳ
γε πολλάκις τὸν λέγοντα ἔστησε μέγα δέ, οἶμαι, τῷ λέγοντι
θερμὸς ἀκροατὴς θαύματι διακόπτων τοῦ λόγου τὸν δρόμον.

ἐν μὲν οὖν ταῖς ἐπιδείξεσιν ἀμείβομαι τὴν βοὴν τῷ προσγε-
λάσαι καὶ προσδραμεῖν· νῦν δὲ εὕρηκά τι διὰ σοῦ καὶ λαμ-
πρότερον εἰς ἀμοιβήν. χρήμασιν ἐσωφρόνισας τὸν ἀδελφὸν
τὸν τοῦδε, μᾶλλον δέ, τῷ φόβῳ μὲν ἐσωφρόνισας, ὅπως δ
έσται λύσις τῆς ζημίας συνέπραξας.

καί σου γράμματα καὶ
γνῶσις ἀποδίδωσι τὸν ἄργυρον, ἀλλ’ ὅ γε ἄργυρος, οὐκ οἶδ
ὅ τι μεμφόμενος, ἐλθεῖν αὐτοῖς εἰς χεῖρας οὐκ ἐθέλει. σὺ οὖν
αὐτὸν ἢ πεῖσον ἡ ἀνάγκασον μὴ φεύγειν τοὺς δεσπότας, ὅπως
τοῖς μὲν τὰ αὑτῶν ἔχειν ὑπάρχῃ, σοὶ δὲ τὸ μηδὲν ὧν κελεύ-
σειας μάταιον εἶναι.

Related Letters