Letter 274: You hold a great office.
Δουλκιτίῳ. (361?)
Ἀρχεις ἀρχὴν μεγάλην. τοῦτο προεῖπεν ἡ Φήμη καὶ οὐκ
ἐψεύσατο. ἄρχεις <δὲ> ἑτέρων καὶ οὐχ ἡμῶν. περὶ
δυναίμεθ’ ἂν ἐγκαλεῖν τῇ θεῷ, ἀλλὰ κἀν τούτῳ μέντοι παρα- 15
μυθία τις ἔνεστιν. ἀντὶ γὰρ ἡμῶν ἡμέτεροι θεραπεύονται πα-
τέρες, ὅπερ ἐστὶν οὐκ ἀμοίρους εἶναι τοῦ κέρδους ἡμᾶς.
ἀλλ’ ὅτι μέν γε καὶ δεῦρο ἥξεις ἐπὶ μείζοσιν οἶδα ἐγώ.
Δαρίκιον δὲ τουτονὶ τὸν Θρᾷκα, βέλτιον δὲ εἰπεῖν Ἕλληνα,
τίκτεται μὲν γὰρ ἐκεῖ, παιδεύεται δὲ ἐν τῇ Θησέως, δῶρόν 20
σοι δίδωυι. τὰ τοιαῦτα γὰρ οἶσθα δέχεσθαι μόνα, χρυσὸς δέ,
κἂν Κολοφώνιος ᾐ, μολύβδου τιμιώτερος οὐκ ἐφάνη.
δέχου
δὴ τὸν νεανίσκον καὶ πίστευε καὶ θάρρει καὶ ὅταν ὡς ῥήτορα
θαυμάσῃς, μὴ μᾶλλον ἡγοῦ ῥήτορα δεινὸν ἢ ἄνδρα ἀγαθόν.
δέδεικται δὲ ἐν μεγάλοις καιροῖς ὁ τρόπος, σοὶ δὲ εἴη μὲν ἐν
γαλήνῃ πειρᾶσθαι τῶν φίλων, εὖ δ’ ἴσθι, τοῦδε ἀμείνων οὐκ
ἂν ἐν χειμῶνι γένοιτο.
πρὸς μὲν οὖν τὴν νῦν σὴν Ἀσίαν
ὑπὸ τῆς γνώμης ἄγεται καὶ ποιεῖται πρὸ τῆς οἰκείας τὸ χωρίον.
θεοῦ δ’ ἂν εἴη καὶ σοῦ δεῖξαι καλῶς βεβουλευμένον αὐτόν.
Related Letters
I was pleased to learn that your administration continues to win praise.
From Letter 22
You have been doing what is right -- looking after the people I commend to you, not as a favor to me but out of your...
To our beloved and most truly longed-for son, Maximus , philosopher, Athanasius greeting in the Lord.
If you have ever wondered what kind of man Callimachus is, you will find out from this visit.