Letter 276: I expect you have already befriended Leontius the sophist, since he possesses eloquence and you love it.

LibaniusMaximus|c. 340 AD|Libanius
education booksfriendship

Μαξίμῳ. (358)

Οἶμαί σοι Λεόντιον τὸν σοφιστὴν ἤδη γεγονέναι φίλον,
ἐπειδὴ λόγους ὁ μὲν κέκτηται, σὺ δὲ φιλεῖς. τούτου συγγενὴς
οὑτοσὶ Κλεόπατρος Λαὶ μαθητής, ὃν ἐκεῖνος μὲν ἐμοὶ συνέ-
στῆσεν, ἐγὼ δὲ σοί.

τὸ μὲν οὖν παρ’ ἐκείνου τῷ Κλεο-
πάτρῳ μικρόν, μικρὸν γὰρ δήπου τό γε ἐμόν, τὸ δὲ παρ’
ἐμοῦ μέγα, μέγα γὰρ δήπου τό γε σόν. φήσεις δὲ αὐτὸν εὖ
ποιῶν καὶ ῥήτορα καὶ χρηστὸν εὖ πεποιηκέναι.

Related Letters