Letter 280: This old man Heraclius has suffered many wrongs -- not on account of your administration (the Phocian War came...

LibaniusMaximus|c. 340 AD|Libanius
travel mobility

Μαξίμῳ. (358/59)

Ὁ γέρων οὗτος Ἡράκλειος ὁ πολλὰ κακὰ παθών, οὐ
διὰ τὴν σὴν ἀρχήν, πρὸ γὰρ τῆς Δημοσθένους πολιτείας ὁ
Φωκικὸς πόλεμος, ἀλλὰ διὰ τοὺς ῥᾳδίως ὃν ἂν ἐθέλωσιν
ἄγχοντας, ἥκει βραχύτερον μέν σοι πεποιηκὼς τὸν πόνον τοῖς
ἐνταῦθα ἐσπουδασμένοις, τὴν τελευτὴν δὲ τοῦ παντὸς ἐν ταῖς

παρὰ σοῦ ψήφοις ἔχων.

ποίει δὴ καλὸν τὸ τέλος καὶ δίδου
χάριν μηδὲν ἐκβαίνων τὸ δίκαιον· ὡς ἔστιν ἄτοπον ἣν ἄρχον-
τος Εὐθηρίου δόξαν ἐν Ἀρμενίοις ἐκτησάμην, ὡς οἷός τ'
εἴην βοηθεῖν, ταύτην ἐπὶ τῆς ἡγεμονίας Μαξίμου τοῦ καλοῦ
διαφθαρῆναί μοι.

Related Letters