Letter 283: I was delighted by your letter.
Μαξίμῳ. (361)
Ἥσθην οἷς ἔγραψας. ἅ τε γὰρ ἐβουλόμην ἐμήνυες καὶ
τὸ κάλλος ἦν ἀμήχανον οἷον τῆς ἐπιστολῆς, ὥστε μου βοῶν-
τος ἐπ’ ἀγορᾶς, ἐκεῖ τε γὰρ ἔλαβον καὶ λαβὼν εὐθὺς ἀνέγνων,
ἐφ’ ὅτῳ βοᾷς; ἤρετο Στρατήγιος, τὸν πολιτευόμενον λέγω,
καὶ γνοὺς ἀνέγνω τε καὶ ἐμιμεῖτό μου τὴν βοήν.
ἴθι δὴ
καὶ τοῦτον ἡμῖν εὖ ποίει καὶ φίλει παῖδα ὄντα ἐμόν. πάντως
δὲ οἴ μοι νεμεσήσεις οὕτω καλοῦντι τὸν μαθητήν, ὃς μετὰ
πολλῶν ἐφοίτησε παρ’ ἐμέ, μέμψεως δὲ μετ’ ὀλίγων ἐγένετο
κρείττων καὶ ταῦτα συνεχῶς συνδιατρίβων τε καὶ τραπέζης
κοινωνῶν καὶ τῶν μετὰ μεσημβρίαν πόνων καὶ ὅσων εἰκὸς
νεανίσκον πιστευόμενον διὰ τὸν τρόπον.
τούτῳ τὸ μὲν
γένος ἔκ τε ὧν ἄρχεις καὶ Γαλατῶν, πλείων δὲ αὐτῷ λόγος
ἧς ἄρχεις καί πως ἐπὶ τὴν Ἀρμενίαν ῥέπει πάλαι. τοῦτο δὲ
εἰ καὶ μὴ πρότερον ἐποίει, πάντως ἂν νῦν ἐφάνη ποιῶν σοῦ
τὰς πόλεις Σαμίων ἄνθη φασὶ καὶ λαύραν ἀποφήναντος
Σαμιακήν.
Related Letters
I expect you have already befriended Leontius the sophist, since he possesses eloquence and you love it.
To our beloved and most truly longed-for son, Maximus , philosopher, Athanasius greeting in the Lord.
I will not conceal my relief and joy.
You were right to honor the man I recommended -- not because I recommended him, but because he deserved it.
My brother Maximus, I must address something that has caused repeated difficulties: your representatives have been...