Letter 284: To the same person. (361)

LibaniusUnknown|c. 341 AD|Libanius
grief death

Τῷ αὐτῷ. (361)

Οἴμαι καὶ δάκρυσιν ὑπὸ σοῦ τετιμῆσθαι Καισάριον τὸν
φαυλοτέραν δείξαντα τὴν Ἀρμενίαν τῇ τελευτῇ. τὴν μὲν γὰρ
πόλιν καὶ δημοσίᾳ κείρασθαι ν·ομίζω πενθοῦσαν τὸν ὀρθό-
πόλιν, εἶπεν ἂν Πίνδαρος.

ἔστι δὲ καὶ τοῦτο μέρος οὐ
μικρὸν τῶν κακῶν τὸ τὸν ἐκείνου παῖδα τῶν περὶ λόγους δια-
τριβῶν ὑπὸ τῆς συμφορᾶς ἀφελκυσθέντα τρέχειν οἴκαδε φρον-
τίδας φροντίδων ἀλλαξάμενον, τῶν νέῳ πρεπουσῶν τὰς προσ-
ηκούσας πατρί.

μᾶλλον δέ, οὐ πάντα δυστυχοῦσιν οἱ κεί-
νοῦ τοῦ δαίμονος ἑτοιμάσαντος τῇ μελλούσῃ πληγῇ φάρμακον
τὴν σὴν ἀρχήν. οὐ γὰρ ἄδηλον ὡς ἀγωνιῇ μικρὰν αὐτοῖς
ἀποφῆναι τὴν αἴσθησιν τῆς τύχης τόν τε κείμενον αἰδούμε-
νος καὶ ἡμῖν χαριζόμενος νομίζων τε οὐχ ἥττω σοι τοῦτο
δόξαν τῶν ἄλλων ὧν ποιεῖς οἴσειν, εἰ οἶκον εὐδαίμονα κινού-
μένον στήσαις.

μεγίστη δὲ εὐεργεσία τὸ γενέσθαι πάλιν
Εὐδοξίῳ παρ’ ἡμᾶς ἐλθεῖν, ὃ ποιήσειν μοι δοκεῖ τὴν παρὰ
σοῦ πρόνοιαν ὁρῶν ἀρκοῦσαν ἀντὶ τοῦ μεταστάντος.

Related Letters