Letter 285: In other things I would yield to you, but in this contest I won long ago by doing what a friend should -- back when...

LibaniusAcacius|c. 341 AD|Libanius
barbarian invasionfriendship

Ἀκακίῳ. (361?)

Τῶν μὲν ἄλλων εἴξαιμ᾿ ἄν σοι, ταύτην δέ σε νενίκηκα
τὴν νίκην πίλαι τὰ φίλου πεποιηκώς, ὅτε πάσας ἀφῆκας
φωνάς, ὅπως μὴ ταῦτα ἀφαι·ρεθείης ὧν αὐτὸς στερηθεὶς ἐσί-
γων.

ἀλλ’ οὐδὲ τὰ δεύτερά μοι δοκεῖς ἀγνοεῖν, οἷς σὲ μὲν
ἐγώ, πάντες δὲ ἐπῄνουν ἐμέ, διότι σὲ καὶ τοὺς σοὺς ἀγῶνας
ἐγώ. γράμματα δὲ σὺ μὲν ἔπεμψας πρότερος, ἔγραψα δὲ ἐγώ.
εἰ δὲ τὰ μὲν ἠπείχθη, τὰ δὲ ἐμέλλησεν, οὐ τούτῳ γε ἡ γνώμη
κρίνεται.

τὸν καλὸν Εὐτρόπιον ὅπως εἶδον, παρ’ ἐκείνου
μάνθανε καὶ τί ποιεῖν ἐγνωκὼς ὅπως ἡττήθην Εὐβούλου·
δεῖ γὰρ Εὔβουλον, οἶμαι, πάντα νικᾶν.

Related Letters