Letter 288: I would not beg you to do well by Heraclides -- I command you.

LibaniusEutherius, governor of Armenia|c. 341 AD|Libanius
education booksillness

Εὐθηρίῳ. (357—358)

Σοῦ δὲ οὐκ ἂν δεηθείην εὖ ποιεῖν Ἡρακλείδην, ἀλλ’
ἐπιτάττω. δοκεῖς γάρ μοι τοῦθ’ ἥδιον ἢ τὰς δεήσεις δέχεσθαι.
τὸ δὲ αἴτιον, οἶσθα φιλεῖν οὐχ ἧττον ἢ ἄρχειν.

ἔτυχε δ’
ἄν τινος ἀγαθοῦ παρὰ σοῦ καὶ γραμμάτων ἄνευ, εἰ παραστάς
σοι τοῦτ’ ἐποίησεν, ὅπερ εἴωθεν. εἴωθε δὲ ἐπαινεῖν ἐμὲ καὶ λήψῃ
πεῖραν τοῦ πράγματος.

ἀμφοτέρων οὖν εἴνεκα, καὶ τῶν
ἐπαίνων καὶ τῶν γραμμάτων, μᾶλλον δέ, καὶ τούτων ἕνεκα
καὶ τῶν λόγων, οὓς ἔχει, καὶ ἔτι τιμῶν τὴν Μέμφιν μικρὰ
τῶν ἄλλων ἔα δεῖσθαι τὸν ἄνδρα.

Related Letters