Letter 296: Now you have paid me back the great wages -- by appearing so fine and good at the imperial court.
Ὁνωράτῳ. (361?)
Νῦν μοι τοὺς μεγάλους μισθοὺς ἀποδέδωκας οὕτω κα-
λὸς κἀγαθὸς ἐν βασιλείοις φανείς. μικρὰ μὲν γὰρ οὐδὲ ἐκεῖνα,
χρυσὸς καὶ ἄργυρος, οἷς τοὺς ἄλλους παρῄεις, ἐν οἷς δὲ νῦν
ποιεῖς, Ἡράκλεις, ὡς εὔπαιδά με ἀπέφηνας.
πάντας γὰρ
εἰς ἔπαινον σύ γε τῶν σαυτοῦ κεκίνηκας καὶ αὐτὸς ἤκουσα
λεγόντων, τοῦ μέν, ὅτι σε φιλεῖ διὰ τὴν πρᾳότητα τοῦ δέ,
διὰ τὴν ἀγχίνοιαν. ὁ· δέ τις ἐκάλει ῥήτορα, τῷ δὲ ἐδόκει θαῦμα
τὸ συνελθεῖν ἔργα γλώττης τε καὶ χειρός.
ὁ δέ τις ἄξια
τῆς τῶν τρόπων ἀρετῆς εἰπεῖν ἐθέλων ποῖον, ἔφη, λέγεις
Ὁνωράτον; τὸν γέροντα; οὐχ ὅτι σοι τὸ τοῦ Ἐργίνου
συμβέβηκεν, ἐν νεότητι πολιά, ἀλλ’ ὅτι ζῇς κατὰ τοὺς γέρον-
τὰς πρὶν ἐκ παίδων ἐξελθεῖν, καὶ τὸ μέγιστον, μητρὸς ἀπού-
σης, πατρὸς οὐ παρόντος, σαυτῷ παιδαγωγὸν ἐπέστησας τὴν
τῶν καλῶν ἐπιθυμίαν.
ἐγὼ τοίνυν παραινεῖν μέν τι ποιεῖν
ὡς παραλελειμμένον οὐκ ἔχω, παρακαλῶ δέ σε τοῦτο δὴ τὸ
πολλοῖς εἰρημένον, τηρεῖν τὸν παρόντα νόμον, μᾶλλον δὲ ἴν
τι προσθεῖναι, τὸ καὶ ἐπιστέλλειν, ὥσπερ τοῖς γονεῦσι, καὶ ἐμοί,
ὅπως σοι καὶ τοῦτο ἐργασθῇ καλῶς, οὗ δεήσει θεοῦ διδόντος,
ὅταν ἐκ τῆς ἔνδον διακονίας ἐπιτήδειος εἶναι δοκῇς ἄρχειν
ἐθνῶν.
Related Letters
Since we have undertaken, however undeserving, a place of government, it is our duty to succour our brethren in need, so far as our power extends. Januarius, then, our brother and fellow bishop of the metropolitan city of Caralis (Cagliari), has been here in the city of Rome, and informed us that the glorious magister militum, Theodorus, who is ...
It seems you have done something to upset our friend Asclepius.
I will not hesitate to speak to you about justice -- for justice is your passion, and you would be annoyed not at...
KING THEODERIC TO HONORATUS, ILLUSTRIOUS QUAESTOR
You live in the neighborhood, and yet you write as though continents divided us — which is to say, you do not write...