Letter 298: The man who brings this letter is trustworthy and deserves your attention.
Εὐφημίῳ. (361?)
Ὁρμηθεῖσιν ὡς σὲ τοῖς ἑταίροις συνήσθην. καὶ γὰρ εἰ
μήπω καιρὸς ἥκει τοῦ λέγειν, ἀλλ’ ἀκούειν γε δύναιντ’ ἄν.
καλῶ δὲ καιρὸν οὐ τὴν δόξαν τοῦ δύνασθαι βοηθεῖν, ἐπεὶ
καὶ νῦν τισι δοκοῦσιν, ἀλλὰ τὴν λώφησιν τοῦ τῶν πραγμά-
των ὄχλου, δι’ ὃν οὐδ’ ἐπικουρῆσαι τῶν ῥητόρων τοῖς πένη-
σιν ἔστι σοι.
λέξουσι μὲν οὖν εἰς τότε, κωλύει δὲ οὐδὲν
καἰ σιγῶντας ἀπολαύειν εὐνοίας, ὡς οὐ μικρόν γε τοῖς οὗπερ
οἵδε τεταγμένοις ἥμερον εἰς αὐτοὺς βλέψαι τὸν ἄρχοντα. εἰσὶ
δὲ ἄξιοι τοῦ τοιοῦδε οὗτοι βλέμματος Λεόντιός τε καὶ Μαπ-
κιανὸς καὶ λόγων εἵνεκα καὶ τρόπων.
Related Letters
You received Maran kindly -- that is one favor I have already collected.
You know better than most what it means to run a school in times like these.
Miccalus comes to you from Olympius, from home to home -- and from one brother to another, in every real sense.
That you, surrounded by so many responsibilities and pricked by anxieties about the war, still take thought for how...
You know Maeonius the copyist.