Letter 304: The matter is urgent, the man is honest, and the case is just.
Μοδέστῳ. (361?)
Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ’ Ὑπερέχιος
ἥμισυ στρατιώτου μήτε ἴστω μήτε καλείσθω. τοιαῦτα γὰρ
ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ
πρᾶγμα εἰδότες.
ἴν’ οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμ-
μάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν
ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου
γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν
Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.
πολλὰ γὰρ ἐκεῖνος τοιαῦτα ποιῶν ηὐφραίνετο καὶ δὴ καὶ
τούτῳ δῆλος ἦν ποιήσων ἕλκος. ἀλλ’ οὐχ ὁ νῦν ἄγων τὸ
ἔθνος ἀλλὰ καὶ τοῦ δικαίου λόγον καὶ τοῦ σοὶ χαρίζεσθαι
ποιούμενος οὐδὲν διαστρέψας τῆς ἀληθείας δώσει τὰς ἀφορ-
μὰς τῷ τέλει.
Related Letters
I think you already know the excellent Artemion.
It pleases me more than winning a province myself that this has happened under your governorship.
I would not beg you to do well by Heraclides -- I command you.
Nemesius truly is a friend of Hermes [god of eloquence].
Your love has made you a slanderer -- you think nobody is anything compared to me.