Letter 311: I was still delighting in your letter -- which described the clever capture of a bandit with an elaborate escape...

LibaniusClematius|c. 343 AD|Libanius
education booksfriendshipgrief death

Κληματίῳ (357)

Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος
σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ
τὴν κρίσιν καἰ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον,
τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέ ἄλεν Ἀσκλη-
πιάδης ὁ ἰατρός ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος
ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών.

ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην
καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγ-
ματι, τὸν δ’ Ἀσκληπιάδην ἔπ τθον μὴ καλὸν εἶναι μηδὲ τα-
ραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέ-
γοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον
λέγω τὸν καλόν.

οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται·
οὔτ᾿ ἐχθρὸς ἁνὴρ οὔθ’ οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ
ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος.

σὺ δ’

ὅλως κράτει τῆς γλώττης καὶ ἐπέστω τῷ στόματι χαλινός. βἐλ-
τιον γὰρ σωφρονοῦντα ζῆν ἀδεῶς ἢ θρασυνόμενον τρέμειν.
ἀλλὰ καὶ τοῖς φίλοις τὰς μετὰ τοῦ δικαίου χάριτας δίδου καὶ
μήτοι νόμιζε καλὸν ἐοικέναι τῷ Κύκλωπι <καὶ> α βοᾶν εἰκῆ
λακτίζειν καὶ καταφρονεῖν τῶν θεῶν.

ταῦτα ἐπιστέλλω σοι
λύσας ἐμαυτοῦ δόγμα. τὸ δὲ ἦν καταλῦσαι τὸ πρὸς σὲ γρά-
φειν, ὃς τοὺς ἑταίρους μοι καὶ φιλτάτους, Εὔνομόν τε καὶ
Εὐδαίμονα, τοὺς ἐξ Ἑλούσης, οὐδὲ οἶσθα. καίτοι πολλά σοι
περὶ τοῖν ἀνδροῖν διελέχθην ἀξιῶν αὐτοὺς τυχεῖν τινος ἀγα-
θοῦ. ῥήτορες δὲ ἄμφω καὶ ποιοῦνται τὸν βίον ἀπὸ τοῦ συνη-
γορεῖν. ἀλλὰ σὺ καὶ τοῦτο ὤκνησας καλέσας εἰπεῖν, ὡς ἄρα
περὶ αὐτῶν ἐδέξω παρ’ ἐμοῦ λόγον.

ὃ δή σοι παρῶπται,
γενέσθω νῦν, ὥστ᾿ ἐμοὶ παρ’ ἐκείνων ἐλθεῖν ἐπιστολὴν οὐ
κατὰ τὴν νῦν· ὡς ἣ γε νῦν ὀδυρομένων. εἰ δὲ σὺ ταῦτα οὐ
δώσεις, διδάξεις καὶ ἡμᾶς ὧν ἡμεῖς κύριοι μηκέτι δοῦναι.

Related Letters