Letter 312: Even before your letter arrived, I knew both that you had fallen into terrible illness and that you had recovered...

LibaniusAcacius Presbyter|c. 343 AD|Libanius
education booksfriendshipillness

Ἀκακίῳ. (357)

Καὶ πρὸ τῆς σῆς ἐπιστολῆς ἠπιστάμην οἱ κακῶν τε
ἀφῖξο καὶ ὅτι τῶν κακῶν ἀπηλλάγης. ἀνὴρ γάρ τις ἐκεῖθεν

ἥκων οὐ πάνυ μοι γνώριμος εἰπών σε νοσῆσαι σφόδρα καὶ
μνησθῆναί γε διαθηκῶν, ὡς εἶδεν ἐμαυτοῦ με ἐκπεσόντα καὶ
ἀπολωλότα, ἀλλ’ οὐκ ἐδέησε μέντοι τῶν διαθηκῶν,
ἔγη, λέλυται γὰρ τὸ δεινόν.

οὕτως αὖθις ἐν ἐμαυτῷ
τε ἐγενόμην καὶ πρὸς τοὺς φίλους διηγούμην, ἃ παθὼν δια-
φύγοις, συνάπτων τοῖς ταράττουσι τὰ βελτίω. λαβὼν δέ σου
τὰ γράμματα καὶ τοῦ νοσήματος τὴν φύσιν ἀκριβῶς ἐν τῇ
τάξει καθορῶν, παρεῖχε δέ σοι τοῦτο ποιεῖν μετὰ τοῦ Πλά-
τωνος Ἱπποκράτης, σὺ γὰρ ἀμφοῖν μαθητής, συνήλγουν μὲν
ἐπὶ τοῖς πόνοις, συνηχθόμην δὲ τῇ πόλει πολλοὺς τρεφούσῃ
τοὺς Ἀκεσίας.

συγγνώμην δὲ εἶχον, εἰ σοῦ κάμνοντος οἶνος
ἐκράτει. καὶ γὰρ αὐτός εἰμι τῶν οἴνῳ δουλευόντων ἐν τῷ
νοσεῖν. ὡς δ’ ἤκουσα κρουνοὺς ἱδρῶτος, ἀνέπνευσα. καὶ
χάριν ἔχω τῷ μὲν Ἀσκληπιῷ τοῦ στῆσαι τὴν ἀσθένειαν, σοὶ
δὲ τοῦ μηνῦσαι. κοινὴ γὰρ δὴ τῶν Ἑλλήνων ἑορτὴ τὸν τῶν
Ελλήνων ἄκρον ἐρρῶσθαι. ὃ γὰρ ἐμὲ σὺ καλεῖς, αὐτὸς ὢν
τυγχάνεις.

λόγοις δὲ ἐμοῖς ὁμιλῶν εὐδαίμονά με ποιεῖς, εἰ

δὴ τοσοῦτον ἐγώ. καὶ οὐκ ἐρῶ γε τὸ τῶν πολλῶν, ὅτι τὸν
πατέρα τῶν λόγων φιλῶν, ἀλλ’ οὐ τοὺς ἐκγόνους ἐπαινῶν
ὁμιλεῖς τοῖς λόγοις. σὺ γὰρ οὔτ’ ἂν φίλον μὲν δεξιόν, ῥήτορα
δὲ μὴ δεξιὸν ῥήτορα προσείποις δεξιὸν οὔτ’ ἇι μὴ φίλον
μέν, ῥήτορα δὲ ἀγαθὸν φαῦλον ἡγήσαιο ῥήτορα.

πάντα
γὰρ δὴ περικόπτων αὐτῶν γίγνῃ τῶν λόγων καἰ οὐχ ὧν εἰσιν,
ἀλλ’ οἷοί τινές εἰσιν ἀξιοῖς ὁρᾶν, ὥστ’ ἤδη μεγάλα φρονῶ τῇ
σῇ ψήφῳ πειθόμενος, ὡς ἄρα τις εἴην καὶ αὐτός.

Τιτια-
νὸς δὲ τῷ θέρει μέν, ὅσα εἰκὸς τῷ θέρει, χρήσθω, τοῦ χει-
μῶνος δὲ παρ’ ἡμῖν ἴστω. καὶ προσαπτέσθω μὲν τῶν ἐμῶν,
ἐπειδὴ τῷ πατρὶ δοκεῖ, τῶν δὲ τοῦ πατρὸς ἰχνῶν ἐχέσθω
πλέον καὶ πρὸ τοῦ Νέστορος Πεισίστρατος θαυμαζέτω μηδένα.

Related Letters