Letter 316: I send you a young man who was once my student and who now practices law.

LibaniusAgapitus|c. 357 AD|Libanius
illness

Μαξίμῳ (357)

Ἄρχω γραμμάτων, οὗ μάλιστα ἐπεθύμεις, καὶ τοῖς ἔργοις,
δι’ ὧν ᾔσθου με φίλον, προστίθημι τὸ ἐπιστέλλειν ἴσως οὐκ
ἀτιμότερον παρὰ σοὶ τῶν ἔργων ἐκείνων.

καὶ πρῶτον μέν
σε βουλοίμην ἂν ἅπερ ἔγνωκας τηρεῖν, ἐγίγνωσκες δὲ ἄρα
τὴν Ἀραβίαν εὐδαίμονα ποιεῖν πάνυ φαύλως ἔχουσαν ὑπὸ
τῶν οἴκαδε τἀκείνης ἑλκόντων ἀγαθά. ἀλλὰ σὺ πενέστερος
ἐπὶ τῆς ἀρχῆς ἔσῃ πρὸ τοῦ χρυσίου τὸ ἐπαινεῖσθαι ποιούμε-
νος.

τοῦτο καὶ Βάσσῳ παρέχει τὰς ἀμείνους ἐλπίδας, ὃν
δεῖ νῦν τὰ αὑτοῦ κομίσασθαι διὰ σοῦ. Βάσσῳ γὰρ τούτῳ
θεῖοι μέν εἰσιν ἐκεῖ πονηροί τινες ἄνθρωποι, θεῖος δὲ ἐν-
ταῦθα ῥήτωρ τε καὶ ἀνὴρ ἀγαθός, Μάγνος ὄνομα αὐτῷ, δι’
ὃν δὴ καὶ Βάσσου μοι μέλει· τὸν μὲν γὰρ οὐδεπώποτε εἶδον,
ὁ δὲ ἀντὶ πολλῶν ἐστί μοι. καὶ οὐκ ἔστιν ἀμελῆσαί μοι τῶν
τοῦδε.

σκόπει τοίνυν, τίνες μὲν οἱ τοῦ πατρὸς ἀδελφοί,
τίς σὲ ὁ τῆς μητρὸς οὗτος· οἱ μὲν τὰ Βάσσου διηρπάκασι
ὁ δ’ ὅπως Βάσσου γένοιτο τὰ πατρῷα, πάντα ποιεῖ. καὶ πάλαι
τοῦτο ζητῶν νῦν ἥκειν ἡγεῖται καιρόν, καὶ καλῶς ἡγεῖται.

Μάξιμος γὰρ ὁ γενναῖος καὶ τοῦ δικαίου καὶ ἡμῶν χάριν
τοὺς μὲν σείσας. τὸν δὲ ἐλεῶν ἀπὸ τῶν τὰ ἀλλότρια καρπου-
μένων ἐπὶ τὸν ἐκ τῶν νόμων κύριον μεταστήσει τὴν οὐσίαν

Related Letters