Letter 325: To Μαξίμῳ. (357)

LibaniusUnknown|c. 345 AD|Libanius
education booksillness

Μαξίμῳ. (357)

Νῦν ἔδει τοὺς οἰκείους Γαυδεντίου πρὸς ἡμᾶς ὅσα ὑπὸ
σοῦ πεπόνθασιν ἀγαθὰ γράφειν, ἀλλ’ ἐπειδὴ μέλλουσιν εὖ
πείσεσθαι, δεῖ γὰρ οὕτω λέγειν, ἡμεῖς ἔτι σε παρακαλοῦμεν
ἰδεῖν ἡδέως Ἀλέξανδρον καὶ Πασίωνα, περὶ ὧν πρὸς παρόντα
ποιούμενοι λόγους ἑωρῶμεν ὑπισχνούμενον.

εἰκὸς δὲ ἦν
σε καὶ μηδὲν ἀκούσαντα τῇδε, γνόντα δὲ ἐκεῖ τίνι προσή-
κουσι κατὰ γένος, αἰδοῖ τοῦ ῥήτορος ἀμῦναι τοῖν ἀνδροῖν
νῦν δὲ οἶδέ βουλομένῳ μὴ βοηθεῖν ἔστι· κατένευσας γὰρ τῇ

κεφαλῇ.

τῶν μὲν οὖν ἄχρι τοῦδε τὰς ἀσχολίας αἰτιῶμαι,
τὰ μέλλοντα δὲ ἔστω τῶν προτέρων βελτίω. καὶ γὰρ εἰ μὶν
ἀπ’ ἄλλου του πρὸς τὸ ἄρχειν ἐληλύθεις, ἴσως ἂν ἦν λόγος
ἀμελοῦντι τῶν λόγων· νῦν δέ, οὗτοι γάρ σε τοσοῦτον ἔθηκαν,
φαίνου σπουδάζων περὶ τοὺς κεκτημένους ὑφ’ οὐ γεγένησαι 5
μέγας.

Related Letters