Letter 332: Word has reached us that you have attained the highest level in eloquence, and that your character is no worse than...

LibaniusGaianus, a lawyer|c. 345 AD|Libanius
education booksfriendshiptravel mobility

Γαϊανῷ (357/58)

Λόγος ἥκει περὶ σοῦ πρὸς ἡμᾶς ἐπὶ πλεῖστον ἥκειν σε
λόγων, καὶ δὴ καὶ τοὺς τρόπους εἶναί σοι μὴ χείρους τῶν
λόγων. ὃ μαθὼν ἐγὼ τὸν ταῦτα κεκτημένον ἥδιστ’ ἂν ἰδών,
ἐπεὶ μήπω τοῦ μείζονος ἔστι τυχεῖν, εἰς τὸν δεύτερον εἶδον
πλοῦν καὶ ἐπιστέλλω.

τὸ δὲ πρὶν ἐντυχεῖν τοῦτο ποιεῖν
ἀντὶ τοῦ νομίζειν ἄτοπον ἐρωτικὸν ἡγοῦμαι. οὕτω δέ σε

πιστεύω μὴ τὴν ἐμὴν ἀτιμάσειν φιλίαν, ὥστ’ ἤδη καὶ χάριν
αἰτεῖν οὐκ ὀκνῶ.

Δόμνος σὸς μέν ἐστι πολίτης, γνώριμος
δὲ ἐμοί, πένης δὲ ὢν ἀπειρίᾳ τε πραγμάτων καὶ συνηγόρων
ἐρημίᾳ γίγνεται βουλευτής, δεῦρο δὲ ἐλθών, ὡς ὡς ἀναμαχέσαιτο,
δίκαιος ὢν ἀπαλλαγῆς τυχεῖν ἀναβολὴν εὕρατο καὶ μέλλων
ἐπανιέναι δεῖταί μου γράψαι πρὸς σὲ βοηθεῖν αὑτῷ τὰς μὲν
ἐλπίδας ἔχων ἐν σοὶ καὶ ἄλλως, πεπεισμένος δέ τι προσωφελή-
σεσθαι καὶ παρὰ τῆς ἐπιστολῆς.

ἐγὼ τοίνυν τὴν ἐκείνου
δέησιν κέρδος ἐμαυτοῦ θέμενος καὶ διπλοῦν γε κέρδος, εἰ
φίλῳ τῷ μὲν χαριοῦμαι, τὸν δὲ προσλήψομαι, καὶ σφόδρα
ὑπήκουσα.

εἶθ’ ὁ μὲν ᾤχετο τῆς νυκτὸς ἐπειχθέντων οἱς
ἐχρῆν συνοδοιπορεῖν, ἐγὼ δ’ οὐδ’ οὕτως ἀπέστην ὧν ὑπεσχό-
μην, ἀλλὰ σὲ παρακαλῶ καὶ νῦν καὶ εἰσαῦθις εἶναι Δόμνῳ
λιμένα καὶ πείθειν τοὺς ἀγαθοὺς Τυρίους, ὅτι τὸ τῶν ἀπόρων
ἔχεσθαι τῆς πόλεως ἐστι πολίτας ἐξελαύνειν, οὐ χορηγοὺς παρ-
ἔχειν τῇ πόλει.

Related Letters