Letter 340: All that mud, that bitter cold I endured at the time, and every hardship seemed light while I was looking at your...
Στρατηγίῳ. (357/58)
Ἐμοὶ καὶ πηλὸς ἐκεῖνος ὁ πολὺς καὶ ψῦχος οὐ μέτριον
τότε συμβὰν καὶ τὰ δοκοῦντα χαλεπὰ κοῦφα τὴν σὴν ὁρῶντι
μορφήν, καίτοι γε ἀπελθὼν πόνον παρέσχον τοῖς ἰατροῖς εἰς
τοσοῦτον ἥκων κακῶν κεντουμένου μοι τοῦ σώματος. ἀλλ’
ὅμως ἡδίων ἦν τῇ προφάσει τῶν ἀλγημάτων ἢ εἰ μένων ἐπὶ
τῆς εὐνῆς ὑγίαινον ἐκλιπὼν τὸν ἐντιμότατον ἐμοὶ δρόμον.
τότε οὖν ὡς νέος μέν μοι παρειστήκει, μέμνησαι γάρ, λέξειν
ὑπὲρ αὑτοῦ τι μέλλων, ὄμβρῳ δὲ ὁ μὲν τυχεῖν ὧν ἔχρῃζε διε-
κωλύθη, σὺ δὲ ἀμῦναι, καλὸν δὲ ἦν σου καὶ τῆς χάριτος οὐχ
ἧττον καὶ τὸ γενέσθαι σε δῆλον, ὡς ἄχθοιο τῷ κεκωλῦσθαι.
ἐπεὶ οὖν ἐξεῦρες ἴασιν ἀκοῦσαι διὰ γραμμάτων ἃ διὰ φω-
νῆς οὐκ ἦν, βοήθει τὰ δίκαια νέῳ λόγων τε ἐραστῇ καὶ γο-
νέων ἐστερημένῳ.
Related Letters
Even this counts as a great gift from you: that you remembered those who made a request, sought out the letter,...
The priesthood is a sacred trust, not a career.
We grieved as never before and rejoiced as never before — grieved because your wife was ill, a woman who surpasses...
Before I had cleanly recovered from the affliction in my head, a greater evil seized me — one that filled my soul...
May you always send such reports about your health, for it would be fitting that a man of such good judgment should...