Letter 347: Many are the demands upon me, scarcely letting me breathe — the crowd of young men outside, the labor of writing...

LibaniusPhlorentios|c. 347 AD|Libanius
famine plague

Φλωρεντίῳ. (358/58)

Πόλλα μὲν ἡμῖν τὰ πράγματα καὶ μόλις ἀναπνεῖν ἐῶντα,
νέων ἔξω πλῆθος, ὁ τοῦ γράφειν ἔνδον πόνος, φίλων δυσκο-
λίαι χρῄζουσαι βοηθείας, τὰ μὲν θεραπευόμενα, τὰ δὲ κινού-
μενα.

τουτὶ δὲ τὸ πλῆθος σιτίων μὲν ἡμᾶς πολλάκις ἀπέ-
στῆσε, καί που καὶ ἠμέλησα τροφῆς ὑπ’ ἀσχολίας, τὴν δὲ τοῦ

καλοῦ Φλωρεντίου μνήμην οὐδὲν πώποτε οὐτ’ ἐξέβαλεν Οὔτ
ἐμάρανεν, ἀλλ’ ἀνθεῖ τοῦτο παρ’ ἡμῖν καὶ τέθηλε καὶ τὸ περὶ
σοῦ τι λέγειν ἐν πανηγύρεως μέρει τὸ πρᾷον ἐπαινούντων,
τὸ βέβαιον τῶν τρόπων, τὴν ὀξύτητα τοῦ νοῦ, τὸ τιμᾶσθαι
τὴν Ἀλήθειαν, τὸ τοὺς ἀγαθοὺς ἐν οἷς ἄξιον εἶναι.

τοιαῦτα
ᾄδομεν ἐρίζοντες ὅστις ἐρεῖ πλείω, καὶ τὸ μέγιστον, μεί-
ζων ἡδονὴ περὶ σοῦ τι κάλλιον εἰπεῖν ἢ παρ’ ἄλλων ἐπαίνου
τυχεῖν· οὕτως ἕκαστος πρὸ αὑτοῦ σε πεποίηται.

τὸ μὲν οὖν
ἥδιον ἦν αὐτὸν ἔχειν ὁρᾶν, μικρὸν δὲ οὐδὲ ὁ δεύτερος πλοῦς,
ἐπιστολὴν τὴν μὲν πέμψαι, τὴν δὲ λαβεῖν. μόνος δὲ σὺ καὶ
μὴ γράφων οὐκ ἀνιᾷς. οὐδὲ γὰρ τοῦτο μεταβολῆς σημεῖον,
ἀλλὰ καὶ σιγῶν θαρρεῖν δίδως τοῖς φίλοις ὡς τῆς γνώμης ἐν
ὁμοίῳ μενούσης.

Related Letters