Letter 350: Was anyone ever so pleased digging the earth for one purpose only to stumble upon gold, as Jovinus was at seeing you...
Κληματiῳ. (358)
Ἆρ’ ἥσθη τις οὕτω ποτὲ γῆν μὲν ὀρύττων ἐπ’ ἄλλῳ τῳ,
χρυσῷ δὲ ἐντυχών, ὡς νῦν σὲ μὲν ἄρχοντα Ἰοβῖνος ὁρῶν, σὺ δὲ
18 Vl γ΄, μδ΄ ωλ).
τουτονὶ δεδεγμένος;
καλῶ δὴ τὸ μὲν σὸν εὐτυχίαν, τὸ τού-
του δὲ ἀρετήν· ὁ μὲν γὰρ ἔδραμε τοσαύτην ὁδὸν τοῦ φίλον
ἰδεῖν, σοὶ δὲ ἥκει καθημένῳ πρᾶγμα τοσοῦτον. μᾶλλον δέ,
καὶ σὴν ἀρετὴν ὁ τούτου δεικνύει δρόμος, εἵπερ τὸν ἀγα-
θὸν εἰκὸς παρὰ τοιοῦτον ἑταῖρον τρέχειν.
ἃ δὲ συνόντες
ἐρεῖτε καὶ δράσετε, νομίζετε καὶ ἐμὲ τὸν ἀπόντα τὰ μὲν ὁρᾶν,
τὰ δὲ ἀκούειν, κινήματά τε καὶ σκιρτήματα γέλωτά τε πολὺν
ἐξ ἀμφοτέρων ῥέοντα καὶ μνήμην τῶν ἀρχαίων καὶ περὶ τῶν
παρόντων λόγους καὶ σκωμμάτων χάριν καὶ διήγησιν περί
τε ἐμοῦ καὶ τῶν ἐμῶν, ὑφ’ ὣν μάλιστα δὴ κατέχεσθε καὶ
ὅθεν μόλις ἐκβαίνετε.
οἴκοι μὲν οὖν ἐξέστω Ἰοβίνῳ παί-
ζειν ἃ πρότερον· εἰ δέ τι τούτων εἰς ἀγορὰν ἐξάγοι, λάμβανε
παρ’ αὐτοῦ δίκην ἣν καὶ παρ’ ἐμοῦ, διότι μὴ κύπτων εἰς γῆν
καὶ τρέμων ἐβάδιζον μετ’ ἀνδρὸς τὴν Παλαιστίνην ἄγοντος.
Related Letters
You promised to let me know what state you found your household in, and yet you have written nothing.
It was no small thing to hear others bring reports about you -- reports we had hoped for, and some that exceeded our...
I was still delighting in your letter -- which described the clever capture of a bandit with an elaborate escape...
You have Spectatus in your hands -- the man you have been longing to get hold of.
Your kindness to my former student has not gone unnoticed, and I write to express my gratitude.