Letter 352: Even this counts as a great gift from you: that you remembered those who made a request, sought out the letter,...

LibaniusStrategios|c. 347 AD|Libanius
friendship

Στρατηγίῳ. (358)

Ἀλλὰ καὶ τοῦθ’ ἡμῖν ἐν μεγάλῃ δωρεᾷ τὸ μνησθῆναί τι
τῶν δεηθέντων καὶ ζητῆσαι τὰ γράμματα καὶ προελέσθαι

δοῦναι καὶ τὸ μὴ δεδυνῆσθαι δηλῶσαι. τοιαῦτα γὰρ δὴ τὰ σὰ
πρὸς τοὺς ὑπηκόους φάρμακα· ἢ δίδως αἰτηθεὶς ἢ τοῦ πράγ-
ματος οὐκ ἐῶντος ἀχθόμενος τῷ κεκωλῦσθαι τοὺς οὐ τυχόντας
εὐφραίνεις ὥσπερ λαβόντας.

καὶ νῦν οἱ ζητοῦντες τὸν σῖ-
τὸν ἀντ’ ἐκείνου τὴν ἐπιστολὴν ἔχοντες Αἴγυπτον ὅλην ἠγοῦν-
ται κεκαρπῶσθαι. πρὸς δὲ τοὺς εἰδότας σε καλῶς τί χρῆν
ὀμνύειν ὡς ἔδωκας ἂν ἡδέως; ὁ γὰρ δὴ περὶ τῶν τοιούτων
ὅρκος ἡμῶν ἂν εἴη περὶ σοῦ πρὸς ἄλλους, ἀλλ’ οὐ σοῦ πρὸς
ἡμᾶς· οὕτως ἴσμεν ὡς ἔδωκας ἂν ἡδέως.

θάρρει δὴ περὶ
τοῦ μέλλοντος· οὐ γὰρ ἀνήσομεν αἰτοῦντες, ἕως ἂν δοὺς
ἀπόθῃ τὴν ἀπὸ τοῦ μὴ δοῦναι λύπην.

Related Letters