Letter 354: Do you remember those conversations in which I urged you to do right by Honoratus?

LibaniusSpektatos (2)|c. 347 AD|Libanius
travel mobility

Σπεκτάτω. (358)

Ἆρ’ ἐκείνων μέμνησαι τῶν λόγων, δι’ ὧν σε παρεκαλοῦ-
μεν Ὁνωράτῳ τὰ εἰκότα σῶσαι; τί δέ, ὧν αὐτὸς ὑπισχνοῦ 15
λόγος ἐστί σοι; καὶ μὴν ἑτοίμως ἐπένευες Κυρίνου τε τὴν
ἱερὰν κεφαλὴν αἰδούμενος καὶ ἡμᾶς οὐκ ἀτιμάζων, ἔργον δὲ

οὐδὲν ὧν ἠκούομεν ὀρῶ.

καί σε γράφομαι κατ’ ἄμφω
τοῦτο μέν, εἰ φὺς ἐπιλελῆσθαι, τοῦτο δέ, εἰ μεμνημένος ὧν
οὐκ ἀμνημονεῖς ἀμελεῖς· τὸ μὲν γὰρ οὐ φιλοῦντος, τὸ δὲ καὶ
ὑβρίξοντος.

ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν οἷος περὶ πολ-
λούς, καὶ περὶ ἡμᾶς φάνηθι τάχα οὐ δικαίους ὄντας ἐν πολ-
λοῖς ἀριθμεῖσθαι. δοῦναί τε γὰρ ἕτοιμοι βουλομένῳ λαβεῖν
κἂν τὸ λαμβάνειν φεύγῃς, ὄψει μεμνημένους τῆς χάριτος.

πραττέσθω μὲν οὖν κἀκεῖνα τὰ μεγάλα μέν, ὡς ἡμῖν δο-
κεῖ, μικρὰ Γε, ὡς σοί. τουτὶ γὰρ οἶσθα πρὸς ἡμᾶς εἰπὼν ὡς
μικρά τε ἐπαγγέλλοιμεν καὶ οὐκ ἔχοντα πόνον. συμπαρατήρει
δὲ καὶ τὸ μὴ γενέσθαι βλάβην ἡμῖν τὴν νῦν γε κλῆσιν, φασὶ
γὰρ κεκλῆσθαι πανταχόθεν ἐκεῖσε πάντας ὅσοι καθιστᾶσιν
ἐν ᾧπερ Ὁνωράτος.

καὶ δῆλοι ὡς τῷ γε οὐχ ἥκοντι δίκη
τις ἐπικείσεται. ἀλλ’ ὅστις μὲν ἔχων ὑπακούειν κάθηται, κάτα
φρονεῖ καὶ δότω δίκη ἡμῖν δὲ ἔδει μὲν ἐξεῖναι τρέχειν,
καθῆσθαι δὲ ἠναγκάσμεθα. τῆς γὰρ δὴ νόσου τὸ μῆκος οὐκ
ἀγνοεῖς, ᾗ προσπαλαίων ὁ νέος νῦν μόλις εἰς ἐλπίδας ἀσγα-
λείας ἥκει, τροφὴ δὲ αὐτῷ νόμοις ἰατρῶν ἔτι περιγέγραπται.

ταῦτα μαθέτω Βάσσος, ταῦτα ἀπολογίαν ποιοῦ καὶ φύλαττε
τὸ σχῆμα τῷ γε ὑπ’ ἀνάγκης ἀπόντι.

Related Letters