Letter 360: Your letter made Nikentios a friend to us; Modestos, who was already a friend, your letter made more of a friend...
Ἀρισταινέτῳ. (358)
Νικέντιον μὲν τὰ σὰ γράμματα φίλον ἡμῖν ἐποίει, Μό-
δεστον δὲ ὄντα καὶ πρὸ τοῦ φίλον μᾶλλον ἢ πρότερον ἐποίει
τὰ γράμματα.
τὴν μὲν οὖν πόλιν ἡμὶν εὔφρανε τῇ περὶ
ἐμὲ σπουδῇ, ἐμὲ δὲ τῇ περὶ σοῦ μνήμῃ. τὸ γὰρ ὑπὸ τῶν
καλῶς σε εἰδότων ᾀδόμενον καὶ αὐτὸς ἐφθέγγετο· οὔπω
τοιοῦτον εἶδον.
καὶ διεξῄει πολλὰ τῶν σῶν προστιθείς,
ὡς οὐκ ἂν πάντα εἰπεῖν ἔχοι. εἶτ’ ἐκαλεῖτο μὲν ὑπὸ τῆς
ἑσπέρας ἐπὶ λουτρά, κατείχετο δὲ ὑπὸ τῆς ἡδονῆς ἐν τῷ λόγῳ.
καὶ ὁ μὲν ἐπῄνει τὰ σά, Φουρτουνατιανὸς δὲ ἐκεῖνον, ὅτι
ἃ χρῆν ἐπῄνει. τί οὖν ἐγώ; σιγῶν ἠρυθρίων ὡς ἂν αὐτὸς
ἐπαινούμενος. εἰσάγω δὴ τὸν ἄνδρα εἰς τὸ βουλευτήριον, οὗ
λόγων ἀγῶνες ἡμῖν. καὶ ἴσως οὐκ ἠνίασα λέγων.
λαβὼν
δὴ παρὰ σοῦ δύο ἄρχοντας φίλους ἑνὶ γέμοντι σοφίας ἀμεί-
βομαί σου τὸ δῶρον. Ἁρποκρατίων γὰρ οὑτοσὶ καὶ ποιητὴς
ἀγαθὸς καὶ παιδευτὴς ἀμείνων, δεινὸς μὲν ἐνθεῖναι τὰ τῶν
παλαιῶν νέοις, δεινὸς δὲ ἐκείνοις παρισωθῆναι, βεβιωκὼς δὲ
συνεχῶς ἐν βιβλίοις ἤκιστα μετέχει κομψείας ἁπλοῦς τις ὢν
καὶ γενναῖος καὶ οὐκ ἂν ἁλοίη φρονῶν μὲν ἕτερα, λέγων δὲ
ἄλλα.
οὗτος Εὐδαίμονι κοινωνήσας καὶ τροφῆς καὶ μου-
σείων πάλαι μὲν ἐν τῷ φοιτᾶν, νῦν δὲ ἐν τῷ παιδεύειν καὶ
μικροῦ τῷ φίλῳ συμπεφυκὼς ὑπὸ τῆς ὑμετέρας ἀπερράγη δυ-
ναστείας. καὶ νῦν διακριθέντες, μετὰ δακρύων πορεύεται
μὲν αὐτός, κάθηται δὲ ἐκεῖνος. 7, Εὐδαίμονα μὲν οὖν ἐγὼ
παραμυθήσομαι, σὺ δ’ Ἁρποκρατίωνι γίγνου τοῦθ’ ὅπερ ἡμεῖς
Εὐδαίμονι.
Related Letters
Leontios saw my brother in the evening and said you had sent me a letter through him, but the next day he was...
Obodianus fulfilled toward us everything a son should, and his father fulfilled everything a father should, so that...
A fine pair you make, you and the good Dometios.
Even before, my fellow citizens did not disbelieve me when I spoke of you as you deserved.
When we heard your wife was ill, we shared your pain, imagining how you must feel as she suffered.