Letter 362: While your son was here, I both loved him and helped him.

LibaniusBassos|c. 348 AD|Libanius
education books

Βάσσῳ. (358)

Ἐγὼ τὸν σὸν υἱὸν παρόντα μὲν καὶ ἐφίλουν καὶ ὠφέ-
λοῦν, εἰς ἀπόντα δὲ τό γε ἕτερον ποιῶ καὶ φιλῶν οὐ πέπαυ-
μαι. δοκεῖς δέ μοι καὶ σὺ λόγους εὑρὼν ἐν αὐτῷ χάριν εἰδέναι
τῷ δεδωκότι.

τούτου σημεῖον, ἀμοιβαὶ παρὰ σοῦ φοιτῶσιν
ἀνδρί γε ἐλευθέρῳ μεγάλαι. καλῶ δὲ ἀμοιβὰς τὰ γράμματα.
προσθεῖναι δὴ ταύταις ἔξεστί σοι καὶ δοῦναί μοι δῶρον, οὗ
σοὶ μὲν ῥᾷον οὐδέν, ἐμοὶ δὲ μεῖζον οὐδέν

οἶσθά που Κυ-
ρῖνον, ὅν οἱ λόγοι μὲν εἰς σοφιστοῦ θρόνον ἐκάθιζον, ἡ Τύχη
δὲ εἰς ἀρχόντων ἤγαγεν. ἐκεῖνον λέγω τὸν Φιλίππῳ παρε-
δρεύσαντα, τὸν Λυκίαν θεραπεύσαντα, τὸν ΙΙαμφυλίαν σεσω-

κότα, τὸν κυβερνήσαντα Κύπρον.

τούτῳ παῖς ἐστιν Ὁνω-
ράτος, ὃν εἰ καὶ ἐμὸν θείης, οὐκ ἀδικήσεις. οὗτος ὁ νέος
ἐγγέγραπται μὲν τῷ σῷ χορῷ, ᾄδει δὲ νῦν ἐν τῷ ἡμετέρῳ καὶ
ἔσται δὴ βελτίων εἰς ἐκεῖνον ἀπὸ τῶν ἐν τούτῳ μελῶν. ἥξει
δέ, οἶμαι, τότε, ὅταν γράφειν μὲν ὀξύτατος ᾖ, λέγειν δὲ ἀγα-
θός. νεότης δὲ τοὺς γονεῖς μὴ φοβῇ.

ἄπεστι μὲν οὖν οὐ
μόνος, μόνος δὲ ἴσως ὑπὸ καλῆς αἰτίας. ἣν αἰδεσθεὶς τίμη-
σον ἐν τῷ καταλόγῳ τῶν νέων χώραν διδούς, ἣ πρὸ πολλῶν
αὐτὸν ἀποδείξει. καὶ σοὶ παρ’ ἡμῶν ἀντὶ τούτων ὃ κεκτή-
μεθα μόνον, ὁμολογία τῆς χάριτος ἐν λόγοις μακροῖς.

Related Letters