Letter 365: You have won a double victory — one in arms, the other in letters — and you have raised a trophy from the barbarians...

LibaniusJulian of Antioch|c. 348 AD|Libanius
barbarian invasioneducation booksfriendshipimperial politicsproperty economics

Ἰουλιανῷ. (358)

Διπλῆν ἀνῄρησαι νίκην, τὴν μὲν ἐν ὅπλοις, τὴν δὲ ἔ
λόγοις, καί σοι τρόπαιον ἕστηκε, τὸ μὲν ἀπὸ τῶν βαρβάρων,
τὸ δ’ ἀπ’ ἐμοῦ τοῦ φίλου.

τουτὶ δὲ τὸ τρόπαιον ἡδὺ τῷ

κεκρατημένῳ. πᾶσι γὰρ δὴ πατράσιν εὐχῆς μέρος παίδων ἡτ-
τᾶσθαι, καὶ σὺ παρ’ ἐμοῦ λαβὼν τὰς εἰς τὸ γράφειν ὁδοὺς
οἷς ἔλαβες τὸν δόντα παρήνεγκας.

περὶ δὲ τοῦ μέτρου τῆς
ἐπιστολῆς δεῖ δήπου με ἀπολογήσασθαι τῷ στρατηγῷ τὸν ῥή-
τορα, μᾶλλον δέ, τῷ λέγειν οὐχ ἧττον ἢ μάχεσθαι μαθόντι.

ἐπειδή σε βασιλεὺς ἐκάλεσεν εἰς κοινωνίαν τῆς ἀρχῆς, ᾠή-
θην δεῖν ἀφελεῖν τῆς παρρησίας καὶ μὴ ποιεῖν ἃ πρὸ τοῦ
πρὸς ἄνδρα τοσοῦτον γεγενημένον. δεινὸν γάρ, εἰ σκιαμαχοῦν-
τες μὲν ἐν ταῖς τῶν ἀγώνων μελέταις εἰσόμεθα, πῶς Περικλεῖ
καὶ Κίμωνι καὶ Μιλτιάδῃ διαλεκτέον, ἐπὶ δὲ τῆς ἀληθείας
παροψόμεθα τὸν νόμον.

αὐτὸ γὰρ τοῦθ’ ὃ σὺ φῄς, ὡς
αἱ τῶν στρατηγῶν ἐπιστολαὶ βραχεῖαι διὰ τὸ πράττειν, ἔπειθέ
με καὶ αὐτὸν συστέλλειν τὰ γράμματα εἰδότα ὡς ὅστις ὐπ
ἀσχολίας οὐκ ἔχει μακρὰ ἐπιστέλλειν, κἂν ὑπ’ ἄλλου μακρὰ
γράφοντος ἐνοχληθείη.

νῦν οὖν ἐπειδή με παρακαλεῖς εἰς
μῆκος, ὑπακούσομαι. καί σοι συγχαίρω πρῶτον μέν, ὅτι τὰ
ὅπλα ἔχων ἐν χεροῖν οὐκ ἐξέλυσας τὴν περὶ λόγους σπουδήν,
ἀλλὰ μάχῃ μὲν ὡς οὐδὲν ἄλλο δρῶν, ζῇς δὲ ἐν βιβλίοις ὡς
ἀφεστηκὼς μάχης· ἔπειθ’ ὅτι τῷ μεταδόντι τῆς ἀρχῆς οὐ

παρέσχες μετάμελον, ὅτι μετέδωκεν, ἀλλ’ ἡγούμενος τὸν αὐτὸν
ἀνεψιόν τε εἶναί σοι καὶ συνάρχοντα καὶ δεσπότην καὶ διδά-
σκαλον οἷς τε πράττεις ἐκεῖνον ἐπιφημίζεις καὶ πρὸς τοὺς ἐν-
αντίους πίπτοντας λέγεις· τί δ’ ἂν ἐπάσχετε βασιλέως
φανέντος;

ταῦτα ἐπαινῶ καὶ τὸ μὴ μετὰ τῆς ἐσθῆτος
ἀμεῖψαι τὴν γνώμην μηδ’ ὑπὸ τῆς ἐξουσίας ἐκβαλεῖν τὴν
μνήμην τῶν φίλων. καί σοι πολλὰ ἀγαθὰ γένοιτο, ὅτι με
τὸν ἐπαινοῦντα τὴν σὴν φύσιν οὐ ψεύστην ἀπέφηνας, μᾶλ-
λον δέ, ὅτι ψεύστην ἀπέφηνας οὐδὲν εἰπόντα τοσοῦτον ὀπό-
σον ἔδειξας.

ἐκεῖνό γε μὴν σὸν ἀτεχνῶς καὶ ἐξ οὐδενὸς
παραδείγματος ὁρμηθέν. τῶν γὰρ ἄλλων ὁμοῦ τῇ βασιλείᾳ δε-
παραδείγματος καὶ χρημάτων ἔρωτα καὶ τῶν μέν, εἰ καὶ μὴ πρότε-
ρον ἐπεθύμουν, ἀρχομένων ἐρᾶν, τῶν δ’ ἐπιτεινόντων προ-
ενοικοῦν τὸ πάθος σὺ μόνος ἐν δυναστείᾳ καταστὰς τῶν πα-
τρῴων ἀπέστης τοῖς γνωρίμοις τῷ μὲν οἰκίαν διδούς, τῷ δὲ
ἀνδράποδα, γῆν ἑτέρῳ, χρυσίον ἄλλῳ, καὶ διεδείχθης ἰδιώτης
μᾶλλον ἢ βασιλεὺς εὔπορος.

καὶ μή με οἴου τῶν φίλων
ἐξελαύνειν ἐμαυτόν, ὅτι μὴ τῶν εἰληφότων εἷς καὶ αὐτός. ἔχω
γὰρ εἰπεῖν, ἀνθ’ ὅτου μόνος οὐκ ἔχω. σὺ ταῖς πόλεσι τά τε
ἄλλα βούλοι’ ἂν εἶναι, δι’ ὦν εὐδαιμονοῦσι πόλεις, καὶ δὴ
καὶ λόγων ἰσχὺν εἰδὼς ὅτι, τούτους ἂν σβέσῃ τις, εἰς ἴσον

ἐρχόμεθα τοῖς βαρβάροις.

ἔδεισας οὖν μὴ λαβόμενος εὐπο-
ρίας φύγω τὴν τέχνην, καὶ δεῖν ᾠήθης ἐν πενίᾳ με φυλάτ-
τειν, ὅπως καὶ αὐτὸς φυλάττοιμι τὴν τάξιν. οὕτω μοι μαν-
τεύεσθαι βέλτιον. οὐ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς ἄλφιτα μὲν
Kαπανεύς τε καὶ Ἀμφιάραος, ὁ δεῖνα δὲ οὔτ᾿ ἐν λόγῳ
οὔτ’ ἐν ἀριθμῷ.

ἀλλ’ ἔστι τὸ μὴ δοῦναι κηδομένου
τῶν ὅλων. τοιγαροῦν ἐν ἀπορίᾳ χρημάτων πλουτοῦμεν ῥημά-
των, τοῦτο δὴ τὸ σόν, καὶ τὴν ἀρχὴν ἣν ἄρχομεν ἴσως οὐ
καταισχύνομεν, ὥσπερ οὐδὲ σὺ τὴν μεγάλην.

Related Letters